Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ξεως ἐνέργειαν. καὶ τὸ μὲν κατ' οὐσίαν ποιεῖν, ὡς τὸ ἄνθρωποποιεῖν. οἰκοδομεῖν. ναυ-πηγεῖν. τὸ δὲ κατ' οὐσίαν πάσχειν, ἀνθρωποποιεῖσθαι. οἰκοδομεῖσθαι. ἐνταῦθα δὲἐφιστάνει ἰάμβλιχος. μήποτε ταῦτα εἰς οὐσίαν ἄγεσθαι ῥητέον. ἀλλ' οὐ πάσχειν κατ'οὐσίαν. διότι ὡς ἔλεγον πρότερον, εἶναι δὴ καὶ οὕτως πάσχειν. κατὰ ποσὸν δὲ ποιεῖνἐστι, καὶ πάσχειν. οἷον μεγεθύνειν μεγεθύνεσθαι. πλατύνειν πλατύνεσθαι. βα-θύνειν βαθυνεσθαι. καὶ ἀριθμεῖν καὶ χρονίζειν. καὶ κινεῖν καὶ λέγειν. καὶ τὰ τούτοιςπαθητικῶς ἀντικείμενα. κατὰ δὲ ποιότητα, λευκαίνειν λευκαίνεσθαι. ὑγιάζειν ὑγιά-θαι, ἀνακλίνεινζεσθαι. κατὰ δὲ τὸ πρός τι, διπλασιάζειν διπλασιάζεσθαι. κατὰ δὲ τὸ κεῖἀνακλίνεσθαι. κατὰ δὲ τὸ ἔχειν, θωρακίζειν θωρακίζεσθαι. πέρας δὲ τοῦ μὲν ποιεῖν, ἔργον εἴδος. ἔργον μὲν, τὸ ἐν τῶ γίνεσθαι τὸ εἶναι ἔχον, ὡς ὄρχησις τοῦ ὀρχουμένου. εἶδοςδὲ, τὸ ἐπιδιαμένον ἀποτέλεσμα, ὡς τοῦ ζωγραφοῦντος ἡμορφή. τοῦ δὲ πάσχειν περὰς,ὅπερ καὶ τοῦ ποιεῖν. ζητεῖται δὲ πότε περὶ γράφεται τὸ ποιεῖν καὶ μεταβάλλειν εἰςτὸ πεποιηκέναι. καὶ οἱ μὲν, ἐν τῶ ἐσχάτω χρόνω ἔθεσαν τοῦ ποιεῖν. οἱ δὲ, ἐν τῶ μετὰ τοῦἔσχατον πρώτω. τὸν γὰρ ἔσχατον, ἔτι ἐν τῶ ποιεῖν εἶναι. κοινη δὲ ζήτησις περὶ τοῦ ἐστα-διευκότος. καὶ ἰατρευκότος. καὶ τεθνηκότος. μήποτε δὲ τὸ πέρὰς τοῦ ποιεῖν ἐστι, τὸ πρώ-τως πεποιηκέναι οὐκ ἐν χρόνω. ὥσπερ οὐδὲ τὸ τῆς κινήσεως περὰς, ὁκίνημα καλοῦ-μεν. παράκειται δὲ παρὰ μὲν τὸ ποιεῖν, ποίησις ποιοῦν. παρὰ δὲ τὸ πάσχειν, πεῖσιςπάσχον. καὶ ἐπὶ μὲν τῶν πάντων, ποίησις καὶ ἡπεῖσις, ἤδη τῶ προστικατηρίθμη-ται. ὡς καὶ ἐπὶ τὸ κεῖσθαι, θέσις. παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστι καὶ πότε ὕὑπτιοντὸ ἐνέργημα πάθος. αὐτίκα τὸ μὲν λυπεῖν, ὀρθὸν τοῖς πολλοῖς δοκεῖ. τὸ δὲ λυ-πεῖσθαι, ὕπτιον. οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τύπτο-μένου. ἐν δέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα. οἷον τὸν ἀποθανόντα ἱὸν,εἰ ἐπ' αὐτῶ τίς λυποιτο. ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα φαντασία ποιη-τικὸν οὖσα, καὶ αὐτῆ αἰτιον ἐπιμένει. ἔστι δὲ ὅταν καὶ παυσαμένου τοῦποιοῦντος,πάσχει τὸ πάσχον, ἐπι μὲν οὔσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαι-νομένου. καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι. διτ-τὸν γὰρ τὸ πάσχειν. τὸ μὲν, τῶ ποιεῖν συνηρτημένον. τὸ δὲ, κατὰ τὴν διάθεσιν θεω-ρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν. ἤτοι φαντασία,τὸ ἔξωθεν ἐγγινόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ' οὐ ταῖς λέξεσιν ἐντὴ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ τῶν τοιού-των ἐξεργασια παρὰ τοῖς στωϊκοῖς. ὧν ἐφ' ἡμῶν καὶ διδασκα-λία, καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέ-λοιπεν. ἀλλ' ἐπείπερ περὶ τοῦ ποιεῖν καὶπασχειν αὐτάρκως εἴρηται, καιρὸςαν εἴημετα βαίνειν ἤδη, καὶἐπὶ τὰ λειπόμενατῶν γενῶν .-