Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μῖν τοῦτο τὸ γένος τοῦ πάσχειν, παρ' ἐκεῖνο τὸ πρῶτὸν τοῦ ποιεῖν γένος εἴληφε τὴν ἀν-τίθεσιν. τὸ δὲ πεπονθὸς φησ εἶναι, ὅπερ ἐν μὲν τῶ γίνεσθαι, οὐ συνεμφαίνει τὸ πάθος.μετὰ δὲ τὸ γεγονέναι, εὐδηλος αὐτοῦ γίνεται τροπὴ, ὥσπερ τὸ τε τηκέναι τὸν κηρὸν,τὸν πηλὸν ἐξηράνθαι. διόπερ καίτοι διὰ πάθους ὁδεῦσαν, καὶ τοῦτο ὅμως κατὰ τὸ πε-πονθέναι αὐτὸ χαρακτηρίζει. ἔστι δὲ τοῦ τὸ ἄνευ αἰσθήσεως πάντα περιέχον. οἷατέ ἐστιν ἐν τῆ φύσειπαθήματα, καὶ ὅσα ἐν τοῖς φυσικοῖς στοιχείοις, ἔντε τοῖς συνθέτοιςκαὶ τοῖς ἁπλοῖς σώμασιν, αἱ ἀπαρακολούθητοι γίνονται ἀλλοιώσεις. πᾶσαι αὗται, κατὰ τὸπεπονθέναι χαρακτηρίζονται. γένοιν τοδὲ ἂν καὶ τούτων πολυειδεῖς διαιρέσεις, εἴγετὰ τε μνόμενα, καὶ αὐξανόμενα, καὶ ἀλλοιούμενα, καὶ ἄλλως πολλαχῶς ἐν τῶ πεπον-θέναι θεωρούμενα, καθόσον ἐστι σώματα ἐννοεῖν ἐθέλοιμεν. ἀντιτίθεται δὲ τοῦτο τὸ γέ-χων ποιήσεις. τὸ δὲ ποίημα τοῦ πάθους, διαφέρειν φησν, οὐχνος πρὸς τὰς τῶν ἀψτινὲς οἷονται. τῶ τὸ μὲν, ἀπ' ἄλλου ἐνεργήσαντος γίνεσθαι. τὸ δὲ, οὐδαμως. οὐ γάρ ἐστι τιὅλως πάθος ἀφ' ἑαυτοῦ. ἀλλ' ἐπεὶ τὰ ποιήματα εἰς οὐσίαν συντελεῖ, τὰ τούτοις ἀν-τι διαστελλόμενα παθήματα, εἰς οὐδὲν ἀποτέλεσμα ἀποτελευτῶντα, ἐξίστησιν ἀπὸτοῦ εἶναι. διττῆς δὲ οὔσης τῆς οὐσίας, τῆς μὲν, κατὰ τὸ εἴδος. τῆς δὲ, κατὰ τὸ ὑλικὸνκαὶ ὑποκείμενον, διτταὶ καὶ αἱ φθοραὶ λέγονται. μὲν, κατὰ στέρησιν ἀπουσίαν οὖσαν τοῦεἴδους καὶ ἔκστασιν τοῦ κατὰ ταῦτα εἶναι παρεχομένην. δὲ, κατ' ἔνδειαν τῆς ἐπιρῥε-ούσης τοῖς ὑλικοῖς ἀποπληρώσεως, καὶ κατ' ἀνάλωσιν τῆς ἐν αὐτοῖς ὕλης. ἀλλ' εἰ ἡστέ-ρησις πάθος, πῶς ἐν τοῖς φυσικοῖς ποιητικὴ λέγεται αἰτία. ἀλλὰ καὶ ἡστέρησις φη-σιν ἰάμβλιχος, αἰτία γίνεται ποιητικὴ., ὥσπερ καὶ τοῦ εἴδους παρουσία. καὶ γί-νεται ἄλλο μὲν, αὕτη στέρησις. ἄλλο δὲ, τὸ ἐστερημένον. ὥστε καὶ ἐπὶ ταύτης ὑπ' ἄλ-λουγίνεται, καὶ ἐν τῶ ἐστερημένωπεισις ὅραται, προηγησαμένου ποιητικοῦ τῆςστερήσεως αἰτίου. καὶ ἐπὶ τῆς ἐνδείας δὲ καὶ ἀποπληρώσεως, αὐτός ἐστι λόγος. ἐνἄλλω μὲν γάρ ἐστι τὸ ἀποπληροῦν. ἐν ἄλλω δὲ, τὸ ἀποπληροῦσθαι. καὶ ἐν ἄλλω μὲν, τὸ ἐνδεῶς ἔχειν. ἐν ἄλλω δὲ, τὸ τὴν αἰτίαν τῆς ἐνδείας ἀπεργάζεσθαι. Πρὸς δὲ ταῦτα οἶμαιζητεῖν ἄξιον, τίς ἂν εἴη ποιητικῆς στερήσεως αἰτία ἄλλη παρὰ τὴν ἐν τῶ ἐστερημένω. ἀρατὸ ἐναντίον ἐστιν αἴτιον τὸ φθεῖρον τὸ ἑαυτῶ ἐναντίον, τοῦτο μὲν κατὰ συμβεβηκός. δὲ τῆς γενέσεως καὶ φθορᾶς ἐν τῆ ὑπὸ σελήνην ἀνάγκη, ὥσπερ τῆς παρουσίας τῶνεἰδῶν αἰτια ἀπαιτεῖ προηγούμενα, οὕτως καὶ τῆς ἀπουσίας, ἅπερ οἱ μυθοπλάσται τοῖςμυθικοῖς, δημιουργικοῖς εἰς πόλεμον αἰτίοις ἀντιτάττουσι. τὸ δὲ ποίημα τοῦτο, ἀντί-τα χθείη ἂν τῶ πρώτω τοῦ ποιεῖν εἴδει τῶ κατὰ τὸ ποιητικὸν θεωρουμένω. καὶ τοῦτογὰρ κατὰ τὸ εἰς οὐσίαν ἄγεσθαι ἀφορίζεται. ὡς γὰρ τὸ οἰκοδομεῖν ἰδίως καλεῖται ποιητικὸν,οὕτως καὶ τὸ οἰκοδομεῖσθαι ποίημα λέγεται. ὅσα δὲ καὶ οἷα ἀποδεδώκα μὲν εἴδη ταῖς ποιη-τίκαῖς ἐνεργείαις, εἴ τε θεῖα, εἴτε ἀνθρώπινα, εἴτε τεχνητὰ, εἴτε ἐπιστητὰ, εἴτες ὁπωσοῦν διαιρούμενα, τοσαῦτα καὶ τοιαῦτα ἀπονέμειν χρὴ τοῖς ποιήμασι τοῖςἀπὸ τῶν ποιήσεων ἀποτελεσθεῖσι. δῆλον γὰρ ὅτι μετὰ πάθους ποιεῖται τὰ ποιούμενα.τοιαύτη μὲν ο ὖν τις καὶ τοῦ πάσχειν ὥσπερ τοῦ ποιεῖν διαίρεσις ὑπὸ τοῦ ἀρχύτει παραδέδοται