ὥσπερ αἱ διὰ τῆς ψυχῆς, ἢ διὰ τῶν σωμάτων, ἢ διὰ τῶν σωματικῶν δυνάμεων, οὐδὲαὗται ἐκτος πίπτουσι τῆς εἰς τὸ ποιεῖν συντάξεως. ὡσαύτως δὲ καὶ τὰ εἰς αὐτὰ ἐνερ-γοῦντα, καὶ μηδενὸς ἑτερου προς δεόμενα ἐνεργήματα. καὶ τὰ εἰς ἕτερον ἐνεργοῦν-τα. καὶ τὰ εἰς αὐτά τε ὁμοῦ καὶ εἰς ἕτερα. καὶ τὰ προηγουμένως μὲν εἰς ἑαυτὰ, ἔχον-τα δὲ κατὰ δεύτερον λόγον καὶ τὴν πρὸς ἄλληλα ἐνέργειαν. καὶ ταῦτα ἂν ἐν τῶ ποιεῖνπεριέχοιντο. ἀλλὰ δη καὶ περὶ πάντα τὰ εἴδὴ τῶν κατηγοριῶν κατὰ τὴν παροῦσανδιαίρεσιν διατέτακται τὸ ποιεῖν. περὶ μὲν τὴν οὐσίαν, ἐν τῶ εἰς οὐσίαν ἄγειν τὸ γι-νόμενον. περὶ δὲ τὴν ποιότητα, ἐν τῶ εἰς ποιότητα ἄγειν τὸ ἀλλοιούμενον. περὶ δὲτὸ ποσὸν, ἐν τῶ μεγεθύνειν ἡ μειοῦν. καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὡσαύτως ἐστι, τοῦ ποιεῖνἡ ἐπὶ πάντων διήκουσα αἰτία. εἰ δὲ δεῖ συλλήβδην τὸ γένος τοῦ ποιεῖν ἑνὶ λόγω συλ-λαβεῖν, νοήσωμεν κατὰ πάντα τὰ ὄντα ὅσα ποτέ ἔστι καὶ ὁποῖα, τὰς τελειοτάταςἐνεργείας πανταχοῦ, προηγουμένας τὰς ὅτι μάλιστὰ ἀπηλλαγμένας παντος τοῦδυνάμει. τούτων δὲ τὰς γινομένας καὶ καθ' ἑαυτὰς μονοεἴδεῖς, εἰκότως ἂν ἀρχηγι-κωτάτας εἴποιμεν ἐν τῶ ποιεῖν. αὗται γὰρ ἀφ' ἑαυτῶν ἔχουσι τὸ ἐνεργεῖν καὶ ποιεῖν,καὶ ἀπὸ μιᾶς αἰτίας πᾶν αὐτὸ προάγουσιν. ἀμερίστως τὲ παρέχουσι τοῖς μετ' αὐτὰ τατ-τομένοις, καὶ συνέχουσιν αὐτὰ μονοειδῶς. καὶ δυνατώτατα αὐτὰ καὶ αὐταρκέστα-τα ἀπεργάζονται. ἅπερ καὶ αἱ ἐνταῦθα ἐνέργειαι, ὅταν ἱκανῶς ἔχωσι καὶ τελείωςἀπομιμοῦνται, πλήρωισιν τινὰ ἀπ' ἐκείνων δεχόμεναι. περὶ μὲν οὖν τοῦ ποιεῖν,τοσαῦτα. δεῖ δὲ καὶ τοῦ πάσχειν κατὰ τὸν αὐτὸν τρόπον τὸ παντελὲς περιλαβεῖν.τοῦτο δὲ ἐναντίωσιν μὲν πρὸς τὸ ποιεῖν οὐκ ἔχει κᾶν ὅτι μάλιστα ἀντιθέτοις χρῆταιφωναῖς. ὡς δὲ συνεζευγμένον αὐτὸ ταῖς κατιούσαις ἀπὸ τῶν ποιούντων ἐνεργείαις,συνθεωρεῖν ὀφείλομεν. ὅταν οὖν αἱ ἐνέργειαι προοῦσαι ἐπὶ τὰ ἐκτὸς, μετὰ σχέσε-ως δύνανται καθομοιοῦν πρὸς ἑαυτὰ τὰ δυνάμενα αὐτῶν μετέχεῖν. οὐ κατὰ τὴνἐνέργειαν, ἀλλὰ κατὰ τὴν ἀδιάδοχον τοῦ ἐνεργήματος κίνησιν, τότε αἱ κινήσεις αὗταιτὸ κοινὸν τοῦ πάθους χαρακτηρίζουσι γένος. κατ' ἄλλην δὲ ἀφορμὴν, τᾶσακίνησις καὶαὶ,γένεσις ἡ ἐν τῶ παντί. τὸ μὲν, ἔχει κινητικὸν, καὶ γένεσιουργόν. τὸ δὲ, κινούμενον καὶ γινότωνκαὶ ὡς ἐν ἀποτελέσματος τάξει θεωρούμενον. εἰ τοίνυν τὸ δι' ὅλων τούτων διῆκὸν γένοςἐν παντὶ τῶ κόσμω, καὶ καθ' ὅλας τὰς κινήσεις τῶ λογισμῶ περιλάβοιμεν, εὑροιμὲνἂν τὸ πάσχειν, ὅσον τέ ἐστι καὶ ὁ πόση ἔχει τὴν δύναμιν. ὅλως δὲ τὸ ἐπίκτητον παν, καὶπαρ' ἄλλου ἐπεισιὸν, καὶ μηδαμως ἑαυτου ὄν, ἀλλ' ἄλλου, καὶ συνακόλουθοῦν ταῖς τοῦ προη-γουμένου ἐνεργείαις, καὶ ὑπ' ἐκείνων τρεπόμενος, εἰκότως ἂν ἐν τῶ πάσχειν τεθείη. ἔτιδὲ τὸ ἀντικείμενον τῶ εἴδει, καὶ τὸ ὡς ὑλικὸν ὑποκείμενον μορφῆς τεμεταλαμβάνον, καὶδύναμιν ἔχον τοῦ τελείουσθαι. καὶ τὸ ὑποδεχόμενον πάντα ἐν ἑαυτῶ. καὶ τοῦτο ἂν κοινόν τιτοῦ πάθους εἴη γνώρισμα. εἰ δὲ καὶ τὴν ὑπὸ σελήνην τίς τῶν ὑλικῶν στοιχείων σύστασιν ὡςπαθητὴν ὑποτιθείη πρὸς τὴν ποιητικὴν τοῦ οὐρανοῦ αἰτίαν, καὶ οὕτως ἄν ἔχοι τὶ δεικνύναικοινὸν ἐν τῶ παντὶ καὶ ἐν ἑνὶ εἴδει τῶ ποιοῦντι, καὶ τὸ πάσχειν δυνατὸν θεωρεῖν. καὶ γὰρ ἡφύσις ποιοῦσα εἰς ἑαυτὴν, καὶ ὑφ' ἑαωτῆς πάσχει. καὶ καθὸ μὲν τοὺς λόγους ἐπιτίθησιΠ δ
Einzelbild herunterladen
verfügbare Breiten