καὶ τὸ δίπη χυ, τοσόνδε μέγεθος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ' ἕκαστον χρὴ καθὸλέγεται, κατὰ τοῦτο ἀνάγειν ἐπὶ τὸ γένος. τὸ δὲ πρός τι, πολλάκις εἴρηται. ὅτι αὐτὸ καθ'αὐτὸ κατὰ μόνην θεωρούμενον τὴν σχέσιν, ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι.χέσις γὰρ καθ' ἑαυτὴν οὐκ ἔστιν. ὡς ἐν τῆ οὐσία τὸ πρός τι, κατὰ τὸ πατὴρ καὶ ἱὸς.καὶ ἐν τῶ ποιῶ, κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον. καὶ ἐν τῶ ποσῶ, κατὰ τὸ ἴσον καὶ ἄνισονοὕτως καὶ ἐν τῶ ποιεῖν καὶ πάσχειν, κατὰ τὸ τύπτειν καὶ τύπτεσθαι. καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸὑπὸ δύο κατηγορίας εἶναι. κατά τε τὴν καθ' ἑαυτὰ ὑπόστασιν, καὶ κατὰ τὴν πρὸς ἄλλη-λα σχέσιν. μετὰ δὲ τὰς τοιαύτας ἀπορίας τὲ καὶ λύσεις, ἐπὶ τὴν θεωρητικωτέραντε χνολογίαν μετελθὼν οἱάμβλιχος, καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, τίνα τέ ἔχει καθ'αὐτὰ ὑπόστασιν, καὶ ὅπως συνήρμοσται πρὸς ἄλληλα, καὶ ἐπὶ ποια καὶ τίνα διατείνειἑκάτερον. ἄρχεται δὲ ἀπὸ τῆς πλάτωνος περὶ τ τοῦ ποιεῖν ἐννοίας. ὅς τὸ ποιοῦν τοῦ αἰτίουὀνόματι διαφέρειν φησί. καὶ ὅτι μὲν τὸ ποιητικὸν αἰτιον τὸ ποιοῦν ἐστι, πρόδηλον.πῶς δὲ οὐχὶ τινὸς αἰτίας, ἀλλὰ τοῦ αἰτίου ἁπλῶς, οὐδὲν διαφέρειν φησὶ τὸ ποιοῦν. ἢὅτι κυρίως αἰτιον τὸ ποιοῦν ἐστιν. ὕλη μὲν γὰρ καὶ εἶδος, συναιτια μᾶλλον ἐστιν, ἀλλ' οὐχὶαἴτια. τὸ δὲ παράδειγμα καὶ τὸ τέλος, οὐ τοῦ ἀποτελέσματος. προσεχῶς δὲ. ἀλλὰ τῶποιοῦντι τοῦ ποιεῖν ὄντα αἰτια, πρός τιἂν λέγοιτο τοῦ γενομένου κυρίως. τὸ οὖνποιοῦν ἂν εἴη τὸ μάλιστααίτιον. ὥστε ἀκριβεῖ λόγω ἡ περὶ τοῦ ποιεῖν θεωρία, περὶ αἰ-τίου ἐστιν. ὅσα οὖν τὰ αἰτια καὶ ὁποῖα καὶ ὅσα ἔχει διαφέρον τας τρόπους, καὶ τίνα μὲναὐτῶν πρῶτα, τίνα δὲ δεύτερα ἢ τρίτα, πάντα ταῦτα, καὶ ἐπὶ τὸ ποιεῖν οἰκείωςμετενεκτέον. πάλιν τοίνυν. ἐπειδὴ αἱ μὲν, τῶν ἀσωμάτων αἰτιῶν εἰσὶν ἐνέργειαι, ἤτοιτῶν καθ' αὑ τὰ κεχωριςμένων, ἢ τῶν ἐν τῶ κόσμω ὑπαρχόντων, καὶ ἀχωρίστων τοῦ παντὸς,ὥσπερ αἱ τοῦ οὐρανοῦ εἰς ἅπάντα τὰ ὑπὸ σελήνην γιγνόμενα. αἱ δὲ, τῆς φύσεως κατὰτοὺς οἰκείους λόγους. αἱ δὲ, τῶν μεριστῶν εἰδῶν, διήκει καὶ διὰ τούτων ὅλων τὸ ποιεῖν, καὶἡ περὶ αὐτοῦ θεωρία. καθ' ἕτερον δὲ διορισμὸν, ἐπειδὴ τῶν ἐνεργειῶν, αἱ μὲν, εἰσικα-θαραὶ καὶ ἄμικτοι πρὸς πάντα τὰ αὐλα γένη. αἱ δὲ, σύμμικτοι πρὸς τὰ ἄλλα. αἰτινεςκαὶ τὴν συμπλοκὴν ποιοῦνται πολυειδῶς. αἱ δὲ, ἔσχατοι οὖσαι πρὸς τὰ παθήματαἐπικοινωνοῦσιν, ἔσται καὶ τοῦ ποιεῖν ἀρχήτε καὶ μέσα καὶ τέλη, κατὰ πάσας τὰς τοιαύταςδιαφορὰς. ἐπεὶ δὲ τῶν ποιούντων, τὰ μὲν, ἦν γεννητικὰ. τὰ δὲ, εἰδοποια. τὰ δὲ,τελεσιουργὰ. καὶ τούτων τὰ μὲν, ἑνωτικά. τὰ δὲ, διακριτικὰ. τὰ δὲ, ἄλλην τινὰ ἔχον-τα ἐν τοῖς οὖσι ποίησιν, ἔσται καὶ κατὰ πάντων τούτων τὸ ποιεῖν κυρίως λεγόμενον. ἔτιδὲ, τὰ μέν ἐστι φυσικά, ὡς τὸ θερμαίνειν. ψύχειν. τὰ δὲ, τεχνικά, οἷον, ἰατρεύειν.τεκταίνειν. καὶ τὰ μὲν, πεπερασμένα, ὡς τὰ ἐν ταῖς τέχναις. τὰ δὲ, ἄπειρα καὶ ἀκα-τάπαυστα, ὡς ἐπὶ τῶν θείων ποιήσεων καὶ τῶν οὐρανίων. εἴπερ ἀίδιος ὁκόσμος ἐστιν.ἀλλὰ καὶ εἰ τῶ εἶναι τινὰ ἀπεργάζοιτο, ὥσπερ ὁ ἥλιος τῶ εἶναι φωτίζει. εἴτε τῶ νοεῖνποιεῖ, ὥσπερ ὁ τοῦ κόσμου νοῦς. εἴτε τῶ λογίζεσθαι, ὥσπερ ἡ τοῦ παντὸς ψυχή. καὶταῦτα πάντα ἐν τῶ ποιεῖν ἐστιν. ἀλλ' οὐδὲ ὅσαι ἐν αὐτοῖς εἰσιν ἐνέργειαι καθ' ἑαυτὰ καὶπρὸς ἑαυτὰ, ὥσπερ τῶν ἀύλων καὶ χωριστῶν νοήσεων. οὐδὲ ὅσαι δι' ἑτέρων ἐνεργοῦνται,
Einzelbild herunterladen
verfügbare Breiten