Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τὰ μὲν, ποιή. τὰ δὲ, πάσχη. καὶ οὕτως ἔσται ὡς ἀπ' ἄλλου το πάθος. Πῶς δὲ δεῖ φη ἰάμ-βλιχος μὴ ἄγειν εἰς οὐσίαν τὰ πάθη, εἴπερ ἔνια τῶν παθῶν καὶ εἰς οὐσίαν προάγει, ὅσα ἐστιγένεσιουργὰ. λήποτε δὲ τοῦτο οἰκεῖόν ἐστι τῶ πάθει. εἰ γὰρ δεῖ προυπάρχειν τὴν οὐσίαν τὴνδεξομένην τὸ πάθος, οὐκ ἔστιν οὐσιοποιὸν τὸ πάθος, ὥσπερ οὐδὲ ἡ ἀλλοίωσις. ἰδιον ἀλ-λοίωσιν δὲ εἶπεν ὑπομένειν τὸ πάσχον, τὴν μὴ εἰς οὐσίαν ἄγουσαν. ἀλλὰ πῶς πρὸς τρχεῖρον, ἢ μὴ πρὸς τὸ βέλτιον δοκιμάζομεν τὰ πάθη συντελεῖν, ὅταν ἔνια αὐτῶν τὸκάλλιον ἐν ἡμῖν ἀπεργάζηται. ἢ ἐπειδὴ καὶ αὐτὸς ὁ πλωτῖνος ἠπόρησε πρὸς τοῦτο,ἴδωμεν τί πρὸς ἑαυτὸν ἀντιτίθησιν. ἀλλ' εἰ κάλλιον ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι, οὐδὲνκωλύει τὸ πάσχειν. διττὸν γὰρ εἶναι τὸ πάσχειν. τὸ μὲν, ἐν τῶ χεῖρον γίνεσθαι. τὸ δὲ,ἐν τῶ βέλτιον, ἢ οὐδέ τερον. καὶ δῆλον ὅτι προτερον μὲν, ἐν τῶ χειρον γίνεσθαι τὸ πα-σχειν ἐτίθετο. ἐν ταῦθα δὲ, ἐν δίδωσιν εἶναι τινὰ πάθη καὶ προστοβέλτιον ἄγοντα.τεθείσης δέφησιν ἰάμβλιχος τῆς ἐπ' ἄμφω ῥοπῆς ἐν τῶ πάσχειν, οὐκ ὀρθῶς ἐπή-χθη τὸ ἡ οὐδέτερον. μαχομένως γὰρ λέγεται πρὸς τὴν ὑπόθεσιν τὴν τοῦ ποιεῖν καὶ πάσχειν.εἴπερ τὸ μὲν, ἐν τῶ κατὰ φύσιν καὶ βέλτιον ἐτίθετο. τὸ δὲ, ἐν τῶ παρὰ φύσιν καὶ χειρον. καίτοιεἰ ὅμοιον γίνοιτο τὸ πάσχον, οὐδὲ χεῖρον δηλονότι οὐ δὲ βέλτιον γένήσεται. ὥστε οὐδέ-τερον. ἔστι δὲ καὶ διάφορον γίνεσθαι τὴν κατὰ τὸ χεῖρον ἢ βέλτιον σύγκρισιν μὴ ἔχον. ὡςὅταν ἐρυθρὸν ἐκφαιοῦ γίνηται. ἀλλὰ καὶ πρὸς τὸ μὴ εἰς οὐσίαν ἄγειν τὰ πάθη, ἀπορεῖὁ πλωτῖνος. εἰ γὰρ τὸ θερμαίνεσθαι φησι θερμότητα ἐστιν ἴσχειν, εἴη δὲ τὸ θερμαινε-σθαι τὸν χαλκὸν, τοῦ μὲν ἀνδριάντος εἰς τὴν οὐσίαν συντέλουν, τοῦ δὲ χαλκοῦ οὐκέτι.εἰηαν τὸ αὐτὸ πάσχειν τὲ καὶ μὴ πάσχειν. εἴπερ τὸ πάσχειν ἦν, τὸ μὴ εἰς οὐσίαν σύντε.λεῖν. πρὸς δὲ τοῦτο φησιν ὁἰάμβλιχος, ὅτι κακῶς εἴληπται ὁ το πάσχειν ὁρισμὸς, κατὰτο μὴ εἰς οὐσίαν συντελεῖν. εἴτε γὰρ εἰς οὐσίαν συντελεῖ, εἴτε ἐοίωσιν, εἴτε εἰς ἄλλοὁτι οῦν τὸ θερμαίνεσθαι, ἐν ἑνὶ τῶ πάσχειν ἐστι. μήποτε δὲ τὸ μὲν μὴ εἰς οὐσίαν συντε-λεῖν τὸ πάθος καλῶς εἴρηται, δι' ἣν καὶ πρότερον εἴπον αἰτίαν. ἐνταῦθα δὲ, ὁ μὲν χαλ-κὸς, θερμαίνεται, καὶ ά σχει θερμαινόμενος. ὁ δὲ ἀνδριὰς, κατὰ συμβεβηκὸς θερμαίνεται,διότι χαλκοῦς ἐστιν. οὐδὲ τοῦτο ἰάμβλιχος ἀποδέχεται, ὡς γίνεσθαι τὸ πάσχειν τῶ. ἀλλοίω-ἔχειν ἐν ἑαυ τῶ κίνησιν τὴν ἀλλοίωσιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν. οὐ γὰρ ῆσιν μόνην κίνησιν φησὶν ἐν τω πάσχειν θέτέον, ἀλλὰ καὶ ἄλλας πλείονας. καὶ γὰρ καὶ τὸαὐξανόμενον, πάσχειν ἂν λέγοιτο. καὶ τὸ κατὰ τόπον κινούμενον. ὡς δὲ ἰάμβλιχος φησ,καὶ τὸ εἰς οὐσίαν ἀγόμενον. ἔτι δέ φησιν ὁ πλωτῖνος κινδυνεύει ἄμφω πρός τι εἶναι, ὅσατοῦ ποιεῖν πρὸς τὸ πάσχειν. οὗτος κινεῖ, καὶ οὗτος κινεῖται, κᾶν δύο κατηγορίαι ἑκά-τερον, τό, τε πρός τι, καὶ τὸ ποιεῖν ἢ τὸ πάσχειν. καὶ οὕτως διδωσι τῶ δεκίνησιν, ὥστεοὗτος λαμβάνει. ὥστε δόσις καὶ λῆψις. καὶ πρός τι. ἢ εἰ ἔχει ὁ λαβῶν, ὥσπερ λέγεταιἔχειν χρῶμα, δια τί οὐκ ἔχει κίνησιν. καὶ μὴ ποτε καὶ τῆ τοῦ ἔχειν κατηγορία ὑποτάς-σεται. οὐ τὰ πρὸς ἄλληλα μόνον, ἀλλὰ καὶ τὰ ἀπόλυτα. καὶ γὰρ καὶ ἡ ἀπόλυτος κίνη-σις ἡ τοῦ βαδίζειν, ἔχει βάδισιν. πρὸς δὲ ταῦτα ῥάδιον λέγειν, ὅτι οὕτως πάνταἔσται τοῦ ἔχειν, ἐπειδὴ ἐν τῶ μετέχεσθαι θεωρεῖται. ὅ, τε γὰρ λευκὸς, ἔχει λευκότητα.