Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἐν τῆ τοῦ μανθάνοντος ψυχῆ ὑποθετέον, ἐγειρομένην ἀπὸ τῶν ἐν τῆ ψυχῆ λόγων. ἵνακαὶ ἀληθῶς ἐπιγνῶ τὸ ῥήθεν, καὶ οἰκείως αὐτὸ παραδέξηται, καὶ μὴ ἐν μόνη μείνη τῆπληγη καὶ τῆ ἀκούσει. καὶ οὕτως ἡ τῆς ἐνεργείας ἀρχὴ ἐν αὐτῶ τινὶ ἔσται, καὶ οὐκ ἐν ἄλλω.ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας, καὶ ταῦτα ὁ πλωτῖνος ἐπάγει. ἄρα ὅπου μὴ ἐνέργειαπεῖ.σις δὲ μόνον, ταῦτα ἔσται ἐν τῶ πάσχειν. τί οὖν εἰ κάλλιον γίνοιτο τὸ πάσχον, ἡ δὲ ἐνέρ-γεια τὸ χεῖρον ἔχοι, εἰ κατὰ κακίαν ἐνεργοίη τίς καὶ ἄρχοι, εἰς ἄλλον ἀκολάστως. μόνως δηταῦτα ἐν τῶ πασχειν θήσομεν. καὶ εἴρηται μὲν ταῦτα, ἀπὸ τῆς ἐννοίας τοῦ πάσχειν καὶποιεῖν. σωστικὸν μὲν τὸ ποιεῖν, φθαρτικὸν δὲ τὸ πάσχειν λεγούσης. καὶ τὸ μὲν, κάλλιον.τὸ δὲ, χεῖρον. μάχεται δὲ τῆ συνηθεία ἐνεργείας καὶ ποιήσεις, καὶ φαύλας παρὰ φύσιν λε-γούση. καὶ αὐ πάλιν πάθη τε λειωτικὰ καὶ κατὰ φύσιν λογιζομένη. ἡ γὰρ ἁπλῶς ποίησις,οὐχ ἕντι γένος ἐστιν ἐνεργειῶν, ἀλλ' ὅσαι ποτέ εἰσι δια φοραὶτῶν ποιήσεων κατ' εἴδηισμέναι, τπᾶσαι περιέχονται ὑφ' ἓν τὸ ποιεῖν. ὡσαύτως δὲ καὶ ὑπὸ τὸ πάσχειν.ἔστι μὲν τελεσιουργὰ πάθη. ἔστι δὲ καὶ ἀτελῆ. καὶ τὰ μὲν, καλα. τὰ δὲ, αἰσχρᾶ. καὶ τὰ μὲν, κατὰφύσιν ἐν ἑκατέρω. τὰ δὲ, παρὰ φύσιν. εἰ δέ τις τὰ ἕτερα μόνον των ἀντικειμένων ἐπ'αὐτῶν λαμβάνει, οὗτος ἐπὶ βραχύσυστέλλει τὰ γένηταῦτα. ὥσπερ ἂν εἴτις ὅλην τὴνποιότητα τὴν κατὰ φύσιν ἕξιν λέγοιμόνην. ἢ μόνην τὴν παρὰ φύσιν. ἀλλ' οὐδὲ πᾶν φησὶτὸ ποιεῖν παρ' ἑαυτοῦ, ἀλλὰ καὶ παρ' ἑτέρου. παρ' ἑαυτοῦ μὲν, τὸ ἀπόλυτον, ὡς τὸ βαδί-ζειν. καὶ τὸ ὀρθὸν, ὡς τὸ τύπτειν. παρ' ἑτέρου δὲ, ὡς τὸ ὀρέγεσθαι. ὅταν γὰρ τὸ ὀρεκτὸν φησβιάζηται τὴν ἐπιθυμίαν, τί διαφέρει τοῦ πεπλῆχθαι, ἢ ὡσθέντος κατενεχθηναι. ἐν δὲτούτοις τὰς ὀρέξεις ἐνεργείας οὔσας, οὐκ ἐξ ἑαυτῶν, ἐκ δὲ τοῦ ὀρεκ τοῦ φηον ὡρμῆσθαι.καίτοι ἐξ αὐτῶν εἰσιν ὡρμημέναι. τὸ δὲ ὀρεκτον, ἄλλως προηγεῖται. οὐ μοχλεῦον, οὐδὲοίτ-ἐν τὴν ὁρεξιν, ἀλλὰ προκαλούμενον αὐτὴν τῆ ἐπιτηδειότητι. καὶ γὰρ ἄτοπον τοιαύτηνεἶναι τὴν ὀρεξιν ἐπὶ τῆς αὐτοκινήτου ψυχῆς, ἢ ἀκινήτου κατὰ ἀριστοτέλην. εἰ μέντοιπάθημά ἐστιν ἡ ὅρεξις ὡς αὐτός φησιν, οὐδὲν ἄτοπον εἰ ἔξωθεν ἔχοι τὸ κινοῦν. καίτοιἄτοπον τὸ ἀπροαιρετον εἰσάγειν ὅρεξιν, καὶ οὐκ ἐξ αὐτῆς ἔχουσαν τὴν ἀρχήν. πολὺ δὲἀτοπώτερον τὴν τοιαύτην ὑποτάττειν τὸ ποιεῖν. περὶ μὲν τῶν ποιεῖν, τὸσαυτα πρὸς τοῦπλωτῖνον ἀντείρηται. περὶ δὲ τοῦ πάσχειν, ἐφεξῆς ῥητέον. ἐπειδὴ καὶ αὐτὸς ὁ πλωτί-οὐ χαρακτηρίζεινὄνος ἰδια ἀπολαβων αὐτὸ σκοπεῖ. Πὴ γὰρ οὐδὲ ἡ φησὶ τὸ π-τέρου. παρ' ἑαυτὴν μὲν, τὸ σήπεσθαι.τὸ πάσχειν. ἔστι γάρτι καὶ παρ' ἑαυτοῦ, καὶ οὐ πᾶν παροὐ δὲ, τὸ τύπιεσθαι. καὶ οὕτως οὐδὲν διαφέρεῖ τοῦ ποιεῖν. εἴπερ καὶ ἐκεῖνο παρ'ἑαυ τοῦ ἦν καὶ παρ' ἑτέρου. ἀλλ' εἴρηται πρότερον, ὅτι οὐδὲ ἐπὶ τοῦ ποιεῖν τὸ παρ' ἑτερο-προςτίθεσθαι δεῖ. οὔτε ἐπὶ τοῦ πάσχειν τὸ παρ' ἑαυτοῦ. καὶ περὶ τῆς σήψεως ὅπως ἔξω-θεν γίνεται, πρότερον εἴρηται. ἀλλ' ὅταν φησὶ, μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομένη ἀλλοί-ωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησιν αὐτὸ πρὸς τὸ χεῖρον ἢ μὴ, πρὸς τὸ βελ-τιον τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν εἶναι. τοῦτο δὲ οὔτε διδάσκει τὴν αἰτίαν τοῦ πά-θους καὶ τ οῦναντίον ἢ βούλεται συνάγει. εἰ γὰρ μηδὲν αὐτὸς συμβάλλεται εἰς τὸ πά-σχεὶν, ἢ ἐναντίον ἔσται τὸ πάθος, ἢ ἀπ' ἄλλου τινὸς ἔξωθεν. καν τῶν ἐν αὐτῶ δὲ ὄντων,