τοῖς ζώοις εἰ κάτω κινεῖται, καὶ ἡ γῆ ἄνω. πρὸς μὲν τὴν τέχνην τοῦ δημιουργοῦ φησὶνὁ ἰάμβλιχος ἀρχὴν οὖσαν καὶ αὐτὴν ποιήσεως, ποιεῖ τουτο. πρὸς δὲ τὴν τῆς φύσε-ως αἰτίαν, εἴπερ πρὰ φύσιν κινεῖται, πάσχει τοῦτο. θαυμάζω δὲ ἐγο, εἰ μὴ ν ῦν ὅπερβούλεται ὁ πλωτῖνος, καὶ ἡμεῖς λέγομεν. ὅτι τὰ μὲν κατὰ φύσιν, ἐν τῶ ποιεῖν ἐστι. τὰδὲ παρὰ φύσιν, ἐν τῶ πασχεῖν. ἴσως οὖν σαφέστερόν ἐστι λέγειν, ὅτι τοῦ πυρὸς ἡ ἐπὶ τὰκάτω κίνησις, καὶ τῆς γῆς ἡ ἐπὶ τὰ ἄνω, πάθη εἰσὶν ἀπὸ τῆς δημιουργικῆς ποιήσεως ἐγ-γινόμενα. ἀλλὰ τελιτικὰ καὶ εἰδο ποιὰ τοῦ συνθέτου. παθητικὴν δὲ ποίησιν αὐτῶντῶν στοιχείων, εἴτις ἐπιζητεῖ, τὴν κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὐτοῖς αἰτίαν ἐνεργοῦσαν,ταύτην ἀφοριζέσθω. διο κατὰ μὲν τὰς ἐνέργείας, καὶ ἔρρωται καὶ αὔξεται κατὰ τὰ πα-θη, κᾶν ἀπὸ δημιουργικῶν ἡ λόγων ἐγγινόμενα. τοῖς μὲν συνθέτοις, εἰς τὴν σύστασιν τοῦεἴδους συντελεῖ, εἰς ἣν καὶ ὁ δημιουργὸς βλέπει. αὐτὰ δὲ βιαζόμενα, φθίνει τε καὶ ἀμυ-δροῦται. καὶ ἐπὶ τῶν ζώων δὲ αἱ ἀνοικείως φασὶ τῶ εἴδει γινόμεναι ὁρμαὶ καὶ κινή-σεις ἀφιστάμεναι τῆς ποιητικῆς αὐτῶν ἀρχῆς, παρὰ φύσιν τε ἔχουσι, καὶ εἰς τὴν ἐναντί-αντῆ τοῦ ποιεῖν αἰτία περιίστανται. διὸ καὶ ἐν τῶ πάσχειν αὐτὰς ῥητέον, τά τε ἄλλα. καὶὅτι ἡ μὲν τοῦ ποιεῖν ἀρχή, εἰς τὸ εἶναι αὐτὰς συνέχει. ταῦτα δὲ εἰς φθορὰν ἀποκλίνει.ἀλλ' εἰ τοῦτο, ἔσονται καὶ τούτων αἱ ἀρχαὶ, οὐκ ἐν ἑαυταῖς ἀλλ' ἔξωθεν. εἴπέρ εἰσιν ἐντω πάσχειν. εἰ μέντοι ἔνδοθεν αἱ ἀρχαὶ, ποιήσεις καὶ ταύτας ῥήτεον, κᾶν ἀφιστῶνται τοῦία φυσιν. εἰσὶ γὰρ καὶ φθαρτικαὶ ποιήσεις, ὥσπερ καὶ πείσεις τελειωτικαί.καὶ οὐ παντὸ ποιεῖν εἰς τὸ εἶναι ἄγει, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι, εἴτε εἰς ἑαυτότι ἐνεργεῖ,εἴτε εἰς ἄλλο. καὶ γὰρ τὸ παρὰ φύσιν ἔχον, ἀπὸ τῆς παρὰ φύσιν ταύτης διαθέσεωςἐνεργεῖ τινας ἐνεργείας, εἰ καὶ μὴ καθαρὰς, διό τι πάθει συμμιγεῖς εἰσιν, εἰ καὶ ἀποπε-πονθύίας διαθέσεως προαγόμεναι. καὶ ἐπὶ τῶν ἔξωθεν δὲ κινούντων, ὅταν εἰς τὴν φύ-σιν κινῶσιν ὥσπεροι γεωργοὶ καὶ οἱ διδασκάλοι. ἐπειδὴ ἡ ποιητικὴ ἀρχὴ τῆς φύσεωςκαὶ ἡ τῆς τέχνης, εἰς ταύτο συμπίπτουσι. καὶ δύο ἐνέργειαι συνέχονται. αἱ μὲν τῆς τέ-χνης, ὡς τέχνῆς ἔξωθεν ἔχουσαι τὴν ἀρχὴν, παθηγίνονται ἐν τῶ κατὰ φύσιν ἔχον-τι. αἱ δὲ σωστικαὶ τῆς φύσεως ἔνδοθεν ἔχουσαι τὴν ἀρχὴν, μένουσιν ἐν τῶ τῆς ἐνερ-γείας εἴδει. καὶ ὅταν δὲ ἡ τοῦ διδάσκοντος ἀκοὴ εἰσίη εἰς τὸν μανθάνοντα, ἡ μὲν ἀπὸ τῆςφωνῆς ἐνέργεια, τὸ διὰ τῆς ἀκοῆς πάθος σύζυγον ἔχει. καὶ οὕτως ἐπὶ τούτων τὸ ποιεῖντι γρτῶ πασχειν συνέζευκται. ἄλλης μὲν οὔσης τῆς κατὰ τὴν φωνὴν ἐνεργείας. ἄλλου δὲ τοῦ κατὰ τὴνἀκοὴν πάθους. ὅταν δὲ τὸ ὑπὸ τῆς φωνῆς παθὸν μηκέτιιστηται ἐν τῶ πάθει, ἀλλὰπροβάλλει ἀφ' ἑαυτῆς ἄλλην ἐνέργειαν τῆς ἀντιλήψεως, τότε ἄλλη ἀρχὴ γίνεται τῆς ἐξἑαυτοῦ ἐνεργείας ἡ γνώρισις τοῦ ῥηθέντος. εἰ δὲ ὁδεξάμενος τὴν προτέρὰν ἐνέργειαν κατὰπάθος, ἄλλην ποιεῖται ἐκ τοῦ πάθους ἐνέργειαν, οὐ διὰ τοῦτο χρὴ συνάπτειν αὐτὴν πρὸςτὴν προηγησαμένην τοῦ πάθους ἐνέργειαν, τὸ ἐν μέσω πάθος ἐκλείποντα. οὐδὲ τὴν ἀρ-χὴν τῆς δευτέρὰς ἐνεργείας ἐν τῶ διδάσκοντι θετέον, ἵνα ἐν ἄλλω φανήτὴς ποιήσεωςἢ αἰτία. ἀλλ' ὥσπέρ ἐστι σύζυγον, τοῦ μὲν, ἐν τῶ μανθάνοντι διὰ τῆς φωνῆς ἐν τῆ ἀκοῆπάθους, ἐν ἄλλω ἡ αἰτία τῶ διδασκοντι. τῆς μέντοι ἀντιλήψεως τὴν οἰκείαν ἀρχὴν,Π β
Einzelbild herunterladen
verfügbare Breiten