θῶμὲν καὶ τοῦτον νοῆσαι, γράφοντες καὶ τὰ πρὸς αὐτὸν εἰρημένα τῶ ἰαμβλίχω, καὶ τοῖςἄλλοις συντόμως. λέγει τοινεν ὁ πλωτῖνος, ὅτι ἐδόκειτισι, μὴ ἐκ τοῦ ἀφ' ἑαυτοῦἢ ἀπ' ἄλλου χαρακτηρίζειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλ' ἐκ τοῦ κατὰ φύσιν ἡ παρὰ φύ-σιν. τὰ μὲν γὰρ τοῦ οἰκείου τέλους τυγχάνοντα, ἐν τῶ ποιεῖν εἶναι. τὰ δὲ ἐναντίατούτων, ἐν τῶ πάσχειν. τὸν γοῦν ὑπὲρ πατρίδος ἀποθνήσκοντα, οὐ πάσχειν, ἀλλ' ἐνερ-γεῖν φησί. σώζοντα τὸ κατὰ λόγον, καὶ τὸ κατὰ τὴν οἰκείαν τελειότητα. τὴν δὲ ἀδικοῦντα,κᾶν πάντας ἀναιρη φησιν ἀνθρώπους, φθείροντα τὸ κατὰ λόγον καὶ τὰς κατὰ φύσινἀφορμὰς, πάσχειν ἀλλ' οὐ ποιεινφησι. διὸ καὶ τὴν αὐτὴν κίνησιν συμβαίνει τοῦ ποιεῖνκαὶ τοῦ πάσχειν εἶναι. τὸ γὰρ αὐτὸ ὡς μὲν τέχνητὸν, κατὰ φύσιν ποιεῖ. ὡς δὲ φυσικὸν,παρὰ φυσιν. οἷον τὸ ἐν τοῖς ζώοις πῦρ κάτω κινούμενον. καὶ ἡ γῆ ἄνω. κατὰ μὲν τὴν τέ-χνην τοῦ δημιουργοῦ, κατὰ φύσιν κινοῦνται. διὸ οὐκ ἔστι παθητικὴ, ἀλλὰ δραστικὴ ἡ τοι-αὐτη κίνησις. πρὸς δὲ τὴν ἐξ ἀρχῆς οὐσίαν, παθητικὴ. πρὸς δὴ ταῦτα ἀντιλέγον-τες, ἄλλο φασὶν εἶναι τὸ ποιητικὸν αἰτιον, καὶ ἄλλοτο τελικὸν. κᾶν ἐν τοῖς αἰτίοις τὸ τέ-λικὸν ὑπερέχουσαν ἀξίαν ἔχη, ἀλλ' ἐν τῶ ποιεῖν τὸ ποιητικὸν κυριώτερον. καὶ οὐδε-νὸς ἄλλου προσδεόμενον ἐν τούτω. ὅταν οὖν ποιοῦν τι τοῦ τέλους διαμαρτάνη. κατὰτὸ ποιητικὸν ἐν ἑαυτῶ αἴτιον, ποιεῖν ἂν λέγοιτο δικαίως. κατὰ δὲ τὴν ἁμαρτίαν τοῦτέλους, πάσχειν εἰ παρὰ φύσιν διατίθοιτο. τάχα δὲ κατὰ τὴν τεῦξιν τοῦ τέλους,ὅταν κατὰ φύσιν διατίθηται, πάσχειν ἄν λέγοιτο καὶ οὕτως. οὐ γὰρ πᾶν πάθος δη-λοῖ τὸ παρὰ φύσιν, ἀλλ' ἔστι τὶ καὶ κατὰ φύσιν. εἰ δὲ καὶ τὸ τέλος καὶ τὸ ἀγαθὸν ἐν ἑαυ τῶἔχει ὡς φασὶ τὸ ποιεῖν λεγόμενον, καὶ οὕτος ὁ περὶ τοῦ ποιεῖν ἀποδοθεὶς λόγος, ἀρά-ρως ἔσται ὅτι ποιεῖν ἐστιν τὸ ἐν ἑαυτῶ τὴν αἰτίαν ἔχειν. μήποτε δὲ ἐπὶ τῶν ἁπλῶν,οὔτε διαιρεῖται τὸ ποιητικὸν καὶ τὸ τέλος, ἀλλ' εἰς τὸ αὐτὸ συνδεδράμηκεν. εἰ δὲ διηρη-ται, οὐδὲν ἄτοπον. κατὰ μὲν τὸ ποιητικὸν, ποιεῖν. κατὰ δὲ τὸ τέλος, πάσχειν. ὅταν δὲτὸ τέλος ποιὴ, κατ' ἐκεῖνο ποιεῖν λέγεται. ὁ γοῦν ὑπὲρ πατρίδος ἀποθνήσκων,κατὰ τὸ τέλος ποίησιν καθ' ἣν σώζει τὸ κατὰ φύσιν καὶ κατὰ λόγον ταύτην, ἐνέργει. καὶἔχει ἐν ἑαυτῶ τὴν αἰτίαν. τῆς τοιαύτης ἐνεργείας, τῆς τὸ τέλος περιποιούσης τὸ οἰ-κεῖον. ἡ δὲ τοῦ τέλους μέθεξις, πεπόνθησις. ἀλλ' ὑφ' ἑαυτοῦ. τὴν μέντοι σωστικὴν καὶ τη-ρητικὴν ἑαυτοῦ ἐνέργειαν, οὐκ έτι ἔχει ὅταν ἀποθνήσκη. ἀλλ' ἄλλος αἴτιος τοῦ ἀπο-θνήσκειν. διὸ καθὸ οὐκ ἔχει ἐν ἑαυτῶ τὴν αἰτίαν ἀλλ' ἐν ἄλλω, κατὰ τοῦτο πασχεί, ἀλλτῆς πατρίδος ἐπιδιδοὺς, αὐτὸς πάλιν τὸ ποιοῦν ἡ καὶοὐ ποιεῖ. εἰ μὴ ἄρα ἑαυτὸν ὑπ'ὶτὸ πάσχον κατ' ἄλλο καὶ ἄλλο. πανοῦν καθόσον ποιεῖ, ἐν ἑαυτῶ τὸ ἄἴτιον ἔχει τοῦ ποιεῖν.πᾶν δὲ πάσχον καθὸ πάσχει, ἐν ἄλλω. καὶ τὸν ἀδικοῦντα οὖν ὅταν πάσχειν τίς λέγη,φθειρομένου τοῦ κατὰ λόγον ἐν αὐτῶ. κᾶν ἀναιρῆ πάντας ἀνθρώπους, πολλὰ ἐν αὐτῶθεωρεῖ. καὶ γὰρ ποιεῖ αὐτὸς ἐν ἑαυτῶ, τὴν τοῦ κατὰ λόγον φθορᾶν. εἴπερ ἑαυτὸν δια-φθείροι. καὶ πάσχει δὲ ὡς ὑπ' ἄλλου ἑαυ τῶ διαφθειρόμενος. καὶ μέντοι καὶ τὴν τῶν ἄλλων ἀναί-ρεσιν ποιεῖ. εἰ μέντοι ἐπ' ἄλλου γένοιτο ἀδικὸς ἐκεινος εἰς αὐτὸν ποιεῖ. οὗτος δὲ πασχειμυπὸ τοῦ ποιοῦντος εἰς αὐτὸν. ποιεῖ δὲ εἰς τοὺς ἀναιρουμένους. καὶ τὸ πῦρ δὲ τὸὲν
Einzelbild herunterladen
verfügbare Breiten