Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τ εἶ ατα α δθνκίνησιν διορίζει ταῦτα ἀπ' ἀλλήλων. καθόσον ἡ μὲνπιν ἑαυτῶν ἔχει τὸ ἐνέργειν ἑπαλ-λα. τοῦτο γάρ ἐστι ποίησις. ἢ δὲ ὑπ' ἄλλων ἢ ἐξ ἄλλων εἰς ἑαυτὴν. αὕτη δέ ἐστιν ἡ παθη-τική. ἀλλὰ τὸ μὲν εἴλικρινὲς καὶ καθαρὸν ἰδιωμα τοῦ ποιεῖν ἐστιν, ἐν τῶ ἐξ ἑαυτοῦ. τοῦδὲ πάσχειν, τὸ ἐν ἄλλω ἔχειν τὴν αἰτίαν. ὁ δὲ, οὐ τηρεῖ τὸ καθαρὸν αὐτῶν, προστιθεὶς.τὸ μὲν, ἐξ ἑαυτοῦ τὸ εἰς ἄλλα ἐνεργεῖν. διὰ γὰρ τὴν σύμμιξιν καὶ τὴν εἰς ἄλλο ροπὴν, οὐ δια-σάζει τὴν καθαρὰν ἐνέργειαν. τὸ δὲ ἐξ ἄλλου, τῶ εἰς αὐτὰ σύνθεσιν τινὰ ἐργαζόμενος.πολὺ γὰρ διαφέρει. ἢ ἐν ἄλλω ἔχειν τὴν αἰτίαν τοῦ πάθους κεχωρισμένω, ἢ συνήφθαιπροςτὴν αἰτίαν τοῦ πάθους. τρόπον γάρτινα ἐπὶ τούτων, αἱ δύο ἀρχαὶ εἰς ταὐτὸ νσυγχέονται. αἰτία δὲ τούτου γεγόνεν, ἢ τῆς κινήσεως ὡς κοίνου γένους προτίμησις.δι ἡν οὐχοἷόν τε καθαρῶς λοιπὸν τὸ πάσχειν καὶ ποιεῖν διαστήσασθαι. ὅθεν καὶ ἐπὶτῆς τμήσεως συγχεῖ ὁ λόγος ταῦτα τὰς εἰς ἄλλα κινήσεις, τὰς αὐτὰς ταῖς ἐξ ἄλλωνκινήσεσι τιθέμενος. ἔστω γὰρ ἡ μὲν τμῆσις, μία. τὸ μέντοι τέμνειν καὶ τέμνεσθαι, ἕτε-ρα. τοῦτο δὲ οὐδαμῶς συγχωρητέον. ὡς γὰρ ἔχει ἡ τμήσις, οὕτως καὶ τὸ τέμνειν καὶ τὸτέμνεσθαι. ὥσπερ οὖν ἡ ἀπὸ τοῦ τε μνοντος ἐνέργεια τῆς ἐν τῶ τεμνομένω φύσεωςκεχώρισται, οὕτως καὶ ἡ κατὰ τὸ τέμνειν τομὴ, τῆς κατὰ τὸ τέμνεσθαι διέστηκεν. ἔστι γὰρὁ μὲν, ἐκ τῆς ἐνεργείας καὶ τῆς δμαστικῆς κινήσεως προκατάρχουσα αἰτία. ἑτέρα δὲκαὶ διάδοχος ταύτης, ἐν τῶ τε μνομένω παθητικὴ γενομένη τροπή. ἐπεὶ καὶ ἐπὶτῆς τριχὸς, ἄλλη μέν ἐστιν ἡ τῶν χειρῶν διάστασις τῶν ἐκτεινουσῶν τὴν τρίχα. ἄλλη δὲἡ τῆς τριχος ἀνάπλωυσις. οὕτως οὖν καὶ ἐπὶ τῆς τομῆς. ἄλλη μὲν ἔσται ἡ κατὰ τὸ ἐνερ-γεῖν καὶ τέμνειν τμῆσις. ἄλλη δὲ, ἡ κατὰ τὸ τέμνεσθαι. ἐπεὶ δὲ παράκειται σύνεγγυς, ἢ ἐγ-γὺς ἡ ἑτερὰ πρὸς τὴν ἑτέραν, τὸ διττὸν αὐτῶν διαλανθάνει. καὶ τοτε μὲν, δόξαν ἄντισιπαράσχη, ὡς ἐν τῶ ἐνεργεῖν ὄν τὸ συναμφότερον. τὸ τὲ δὲ, ὡς ἐν τῶ πάσχειν. οὐ μὴν οὔ-τωγε τὸ ἀληθὲς ἔχει. ἀλλὰ δύο τὰ κινηματά ἔστι. διεστηκότα μὲν ἀλλήλων κατὰ φύσιν-ἐν δὲ τοῖς συνθέτοις, εἰς ταὐτὸν συγχεόμενα. διαλανθάνει δὲ, διατί τὴν σύμμιξιν, καὶδιότι τὸ ποιεῖν καὶ πάσχειν εἰς ἐν γένος συνάγουσιν. ἑξῆς δὲ ἀλλήλοις καὶ τοῦτο ζητεῖὁ πλωτῖνος κατὰ τὰ λεγόμενα τῆς κινήσεως εἴδη, εἰπανταχου συνηρτηται τὸ ποιεῖντῶ πάσχειν. ἦν δὲ τὰ εἴδη τῆς κινήσεως, γένεσις, καὶ φθορα. αὕξησις, καὶ μείωσις. ἀλ-λοίωσις, καὶ ἔτι ἡ κατὰ τόπον μεταβολη. ὁ δὲ ἰάμβλιχος, εὐθὺς μὲν ἐνιστάμεθα φησὶπρὸς τὴν ἀρχὴν τῆς ἐφόδου. οὐκ ἀξιοῦντες ἀπὸ τῆς κινήσεως τὰς ποιήσεις χαρακτη-ρίζεσθαι. ἄλλο γὰρ γένος εἶναι τῶν κινούντων, καὶ ἄλλο τῶν κινουμένων. ἔπειτα ἀντιλέ-γομεν, οὐκ οἰόμεν οἰ δεῖν ἀπὸ τοῦ αὐτοῦ τὰ ποιοῦντα καὶ πάσχοντα χαρακτηρίζε-σθαι, ὥσπερ ἀπὸ τοῦ κινεῖσθαι. μήποτε δὲ ῥητέον πρὸς τὸν ἰάμβλιχον, ὡς τὰ αὐτὰεἴδη τῆς κινήσεως καὶ τῶν κινούντων ἐστι καὶ τῶν κινουμένων. τὸ γὰρ γινόμενον, ὑπὸ τοῦποιοῦντος γίνται. καὶ τὸ φθειρόμενον, ὑπὸ τοῦ φθείροντος φθείρεται. καὶ ἐπὶ ἀλλοιώσεως δὲκαὶ τῆς κατὰ τόπον μεταβολῆς, ὁ αὐτός ἐστι λόγος. πρὸς μὲν οὖν τὰς ἀπορίὰς τοῦ πλω-τίνου, τοιαύτας οἱ μετ' αὐτὸν ἐπήγαγον λύσεις. ἐπειδὴ δὲ ἀντὶ τοῦ ἀποδοθέντος ὁρι-σμοῦ τοῦ ποιεῖν καὶ πάσχειν ὑπὸ τῶν πυθαγορείων, ἄλλον ὁ πλωτῖνος ἐνέκρινε, πειρά-Π ὰ