πυθαγορικῆς ὂν διαιρέσεως. διὰ τὸ προσεισαγωγικὸν ἴσως ἀσύμμετρον τῆς τοιαύτης θε-ωρίας. τὸ δὲ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν. οἷονἐστὶ τὸ γεωμετρεῖν. ὡρισμέναις μὲν, οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλ-λὰ συνθέτοις ἤδη καὶ κατὰ διέξοδον, οἷαι τῆς καθαρᾶς διανοίας εἰσὶν αἱ ἐνέργειαι.τρίτον δέ ἐστιν ἐν τούτοις, τὸ περὶ τῶν ἀίδίων καὶ ἀεικινήτων αἰσθητῶν οὐσιῶν, ποιού-μενον τὴν θεωρίαν, αἰσθήσει μετὰ λογισμοῦ χρώμενον, οἷον ἐστὶ τὸ ἀστρονομεῖν. συμ-φώνους τοὺς λόγους τοῖς φαινομένοις ἐπιδεικνύον. καὶ οὕτως ἡ ὅλη τῆς θεωρίας ἐνέρ-γεια ἄνωθεν ἀπὸ τῶν καθαρῶν νοήσεων, ἐπὶ τοὺς κατ' αἰσθησιν διαλογισμοὺς προχωρεῖ.μετά δὲ τοῦτο τὸ εἶδος τὸ ποιητικὸν, ὁμώνυμον τῶ γένει τίθησιν ὁ ἀρχύτας. ὅπερ ἐν τῶεἰς τὴν οὐσίαν ἄγειν τὰ μηδέπω τοῦ εἶναι μετέχοντα κυρίως ὑφέστηκε. τούτου δὲ,πολὺ μέν ἐστι τὸ θεῖον. ὅπερ ἐν τῆ δημιουργία τῶν θεῶν περιέχεται. πολὺ δὲ καὶ ἐντῆ φύσει τοῦ παντὸς. καὶ μάλιστα ἀπὸ τοῦ οὐρανοῦ καθῆκὸν, περὶπᾶν τὸ γινόμενον.πολὺ δὲ καὶ ἐν ταῖς τέχναις μιμουμέναις τὴν φύσιν, καὶ τὸ παραλειπόμενον ὑπ'αὐταῖς, ἀναπληρούσαις. ὡς γὰρ ἡ φύσις τὸ τῆς ὑγείας εἶδος ἐν τοῖς σώμασιν ἐντίθησιν,οὕτως καὶ ὁ ἰατρὸς ἐν τῶ ὑγιάζειν ἀνασώζει τὴν τῆς φύσεως τελειότητα ἐν τοῖς σώ-μασι. καὶ ὡς ἡ φύσις ἄντρατε καὶ αὐτοφυὴ περιβλήματα περιέβαλε τοῖς ζώοις, οὕτωςοἰκοδομικὴ καὶ τεκτονικῆ καὶ ὑφαντικὴ, καὶ αἱ ἄλλαι τέχναι, τὰ ἐλλείποντατοῖς ἀνθρώποις ἀναπληρουσι, τὰ χρήσιμαπρὸς τὴν αὐτάρκειαν τοῦ βίου κατασκευάζο-σαι. τρίτον δὲ τοῦ ποιεῖν γενος, τὸ ἐν τῶ πράσσειν ἀπηρίθμηται. ὅπερ τοῦ λόγου τὰςπερὶ τὰ αἰσθητὰ καὶ σύνθετα ποιήσεις ἐπιτροπεύει, προαίρεσιν, καὶ βουλὴν. δό-ξαντε, καὶ σκέψιν. καὶ τὰς τοιαύτας ποιήσεις παρεχόμενον. τούτου δὲ, τὸ μέν ἐστικαθόλου, τὰ τῶν πόλεων πράγματα διοικοῦν. καὶ ἐν μὲν πολέμω, στρατηγοῦν.ἐν δὲ εἰρήνη, τὰς πόλεις ἐπανορθοῦν. τὸ δὲ μερικώτερον, τὰς ἰδίας οἰκήσεις εὐθετί-ζον, ὅπερ οἰκονομικὸν καλεῖται. τοῦτο δὲ τὸ ὅλον γενος, τῶν δοξαστικῶν ἐστι λόγωντῆς ψυχῆς, περὶ τὰ αἰσθητὰ ἐνεργούντων, καὶ ἀρετὴν καὶ κακίαν ἐπιδεχομένων.διότι κατὰ προαίρεσιν καὶ ὁρμὴν ζωτικὴν ἐπιτελεῖται. οὕτω μὲν ἀρχύτας τὸ πράτ-τειν ἀπὸ τοῦ ποιεῖν διαιρεῖ. τίνες δὲ ποιητικὰς μὲν λέγουσιν, ὧν ἐπιμένει τὰ ἀπο-τελέσματα καὶ μετὰ τὴν ποίησιν. ὡς τεκτονικὴ καὶ οἰκοδομική. πρακτικὰς δὲ, ὧν τὰἀποτελέσματα ἐν τῶ γίνεσθαι ἔχει τὸ εἶναι. ὡς αὐλητικήτε καὶ ὀρχηστικὴ, καὶ αἱ-τοιαῦται. ἄλλο δὲ γενος ἐνεργείας ἐστι μετὰ ταῦτα, ὁ κοινῶς ἄνευ διανοίας ἀρχύταςἀπὸ καλεῖ, τὸ ἐν τοῖς ἀλογοῖς ζώοις. καὶ δῆλον ὅτι ὅσὰ ποτέ ἐστι καὶ ὁποια εἴδητῶν ἀλόγων ζώων, τοσαῦτα καὶ τοιαῦτα καὶ ἐν τῶ ποιεῖν διάφορά ἐστιν εἴδη κατὰ τὴντοιαύτην ἐνέργειαν, περὶ ὧν ἐνταῖς περὶ ζώων ἰστορίαις διαριθμεῖσθαι εἰώθαμεν. τέ-λευταῖον δὲ γένος ἐνεργειῶν νοείσθω φησιν ἰάμβλιχος, ὅπερ ψυχῆς μὲν καὶ φύσε-ως καὶ λόγων καὶ ζωῆς οὐκέτι ἐπιδείκνυσι ποίησιν. τῶν δὲ σωμάτων, ἡ σωματά ἐστινἄψυχα, φανερᾶν καθίστησι τὴν σωματοειδῆ ἐνέργειαν. κατὰ πάσας μὲν τὰς περὶ τὸ σῶματὰς φαινομένας ἰδιότητας. κατὰ πάσας δὲ αὐτῶων τὰς δυνάμεις, οὐ χῆ μόνον στερεά ἐστι καὶ
Einzelbild herunterladen
verfügbare Breiten