ὄνων κρίσεων, καὶ πλειόνων φαντασιῶν, ἢ δυνάμεων, ἢδοξῶν διαφερομένων, κατὰτὴν ἀνομολογίαν αὐτῶν γίνονται ἐμπαθεῖς οἱ φαῦλοι. τῶν μὲν, ποιουσῶν. τῶν δὲ, πα-σχουσῶν ἐναντιώσεων. καὶ μένει ὁ τοῦ πάσχειν λόγος ὑγιῆς, ὡς ἐν ἄλλω ἔχουσι τὸ πά-σχειν. Αλλ' ἡ τῆς ὕλης ἐπιτηδειότης πάθος οὖσα τῆς ὕλης, πῶς οὐκ ἀπ' αὐτῆς ἐστιτῆς ὕλης ἀλλ' ἔξωθεν. δύναται μέντις λέγειν καὶ τὴν ἐπιτηδειότητα ἔμφασιν τοῦεἴδους οὖσαν, ἀπὸ τοῦ εἴδους ἐν διδοσθαι τηὐλη. τινὲς δὲ αὐτὸ τοῦτο ὅπέρ ἐστι, πά-θος τὴν ὕλην εἶναι λέγουσιν. εἰ δὲ μή ἔστι πάθος, ἀλλὰ πάσχει περὶ τῆς ἐπιτηδειότη-τος ζητητέον. εἰ μὲν πάσχει τὴν ἐπιτηδειότητα, πάντως ἐστι τί τὸ ποιοῦν αὐτὴν. εἰδὲ μὴ πάσχει, ἀλλ' αὐτὸ ἐπιτηδειότης ἐστιν, οὐσία ἐστὶν αὐτὴ τῆς ὕλης. ὁδὲ λόγος, περὶτοῦ πάθους ἐστιν. εἴτε ἔνδοθεν, εἴτε ἔξωθεν. ἀλλ' ἐδόκει φησίν, οὔτε αὐτὸ τὸ ἀφ' ἑαυ-τοῦ καὶ μὴ ἀπ' ἄλλου ἰκανὸν εἶναι χαρακτηρίζειν τὸ ποιεῖν, οὔτε τὸ ἐξ ἄλλου καὶ μὴἀφ' ἑαυ τοῦ τὸ πάσχειν. ἐπεὶ καὶ εἰς ἄλλοτι ποιοῦν, αὐτὸ μὲν ἐφαίνετο τὸ πάσχον. ὁδὲ ἐποίει, οὐ πάσχον, ἀλλὰ ποιοῦν. ὁ γοῦν κασσίτηρος ποιῶν εἰς τὸν ἄργυρον, αὐτὸς μὲνπασχει ἀναλισκόμενος καὶ φθειρόμενος. τὸν δὲ ἄργυρον καθαίρει, τὸ φθεῖρον αὐτὸνἀποβάλλων. ὥστε μᾶλλον αὐτὴν συνέχειν τὸν ἄργυρον ἐν τῆ αὐτῆ ποιότητι. ἀλλ' ἐπεὶ ἐνσυνθέτοις πράγμασι, συμμικτα εἴληπται ποιήματα καὶ παθήματα, οὔτε ὁ κασσί-τῆρος ποιεῖ μόνον, ἀλλὰ καὶ πάσχει. ποιεῖ μὲν, καθαίρων τὸν ἄργυρον. πάσχει δὲ, ἀνα-λισκόμενος ὑπ' αὐτοῦ. καὶ ὁ ἄργυρος, πάσχει μὲν, τῶ καθαίρεσθαι. ποιει δὲ, τῶ ἀνα-λίσκειν κατ' ἄλλο καὶ ἄλλο. ἀλλ' ἐπεὶ καθόλου διώρισται, τί μέν ἐστι τὸ ποιεῖν, τί δὲ τὸπάσχειν, καὶ τίνα τὰ ἑκατέρου ἰδιώματα, ἐπάνιτέον λοιπὸν ἐπὶ τὸ διαστήσασθαιτὰ εἴδὴ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν. ὧν ἀφοριζομένων, εὐδηλον ἔσται, τίνα οὐκ ὀρ-θῶς ἀναφέρεται εἰς τὰ κυριώταταγένη, καὶ τίνα ὀρθῶς. τίνα τέ ἐστι συμμικτα ἐπ'ἀμφοτέρων, καὶ τίνα ἁπλῶς εἰς τὸ ἕτερον ἀναφέρεται. ἀφ' ὧν καὶ τὰ πλωτίνθε εὔ-δη λαφανεῖται, εἰ ὀρθῶς ὑποτάττει τινὰ ὑπὸ τὸ ποιεῖν καὶ οὐχ ὑποτάττει. δεῖ δὲ κἀνταῦθα τὴν ἀρχύτα παραθέσθαι τοῦ ποιεῖν διαίρεσιν λέγοντος οὕτως. Τῶ δὲ ποιεῖν, ἄνωτάτω μὲν ἁ ἐνέργεια. τὰς δὲ ἐνεργείας, διαφοραὶ τρεῖς. τὸ μὲν γὰρ τί ἐστν αὐτὰς ἐν τῶ θεω-ρέν. οἷον, ἀστρονομέν. τὸ δὲ, ἐν τῶ ποιέν. οἷον, ὑγιάζεν. τεκταίνεν. τὸ δὲ, ἐν τῶ πράσεν.μὲν ενέργεια, καὶ ἄνευ διανοίας. οἷο ἐν τοῖς ἀλόγοιςοι, στραταγεν. πολιτέεσθαι. τΤ-ζώοις, γενικώτατα δὲ αὐτὰ. ἐν δὲ τούτοις, τὸ μὲν ἀνωτάτω καὶ κοινὸν τοῦ ποιεῖν κατὰ τὴνἐνεργειαν ἀφορίζεται τὴν ἁπλῶς. ἥτις ἐν ἑαυτῆ συνείληφε πάντα ὁ πόσα ἐστι κατ' εἴ-δη διακεκριμένα ἐνεργήματα, κινήσεως πάσης ἀπολελυμένη. καὶ τὸ κινητικὸν ἔχο-σα καθαρὸν. καὶ τὸ αἰτιον ἐξ ἑαυτῆς καὶ οὐκ ἀπ' ἄλλου τινὸς προκατάρχοντος, ἢ συνερ-γοῦντος. ἀπὸ δὲ τούτου μεριστῶς πλείονα πρόεισιν εἴδη ποιήσεως. ὧν πρῶτον ἐστι, τὸθεωρητικὸν ἀὕλοις ἐνεργείαις χρώμενον καὶ ἀτρέπτοις. καὶ αὐτὸ εἰς πλείονα μεριζόμενον εἴδη.ὧν τὸ πρῶτον, ὁμώνυμον ἄν εἴη τῶ προσεχεῖ ἐν ἑαυτῶ γένει, θεωρητικὸν καὶ αὐτὸ. καὶ κυρίως τοῦτο θεωρητικὸν καλούμενον. τοῦτο δέ ἐστι, τὸ περὶ τῶν νοητῶν καὶ ἀμερίστων οὐσιῶν ἐπισκοπούμενον ἁπλαῖς νοήσεσιν. οἷο ἐστι τὸ νοερόν. τοῦτο δὲ παρῆκαν ὁ ἀρχύτας. καὶ τοι τῆς
Einzelbild herunterladen
verfügbare Breiten