Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀπορίαν λύων ὁἰάμβλιχος φησίν. ὅτι οὐκ ἔστιν ἁπλᾶ τὰ ὁρμῶντα καὶ ὀρεγόμεν ἀ.σύνθετα δὲ ὄντα, οὔτε τὴν αἰτίαν τοῦ ἐνεργεῖν καθόλου ἔχει, οὐδὲ κυρίαν ἀφ' ἑαυτῶν.ἐκμέρους δέ τινος τῶν ἐν ἑαυτοῖς καὶ δυνάμεως ὥρμηται εἰς τὰς ποιήσεις. ὅθεν καὶ συ-νεργείας ἀπὸ τῶν ἔξωθεν δεῖται. ἢ προκαταρχούσης, ἢ συμβαλλούσης, ἢ συμβαλλομένης, κινησεώςτε παθητικῆς μετὰ λαμβάνει. περὶ ἄλλο μὲν γενομένης, λέγω δὲ τὸ συν-θετον ζῶον. ἀπ' ἄλλου δὲ ἐνδιδομένης, λέγω δὲ τῆς αἰτίας τῶν ἐνεργειῶν δυνάμεως. διὸοὐδὲ ποίησίς ἐστιν αὕτη καθαρα. οὐδὲ πάθος μόνον. οὐδὲ ἀπὸ ταύτης ἐνίστασθαι δεῖπρὸς τὸν ἀποδοθέντα λόγον περὶ τοῦ ποιεῖν, τὸν λέγοντα τὴν αἰτίαν αὐτοῦ παρεῖναιτοῦ ἐνεργεῖν ἀφ' ἑαυ τοῦ. μόνον δὲ δεῖφησιν ὁ ἰάμβλιχος προστιθέναι τὸ κυρίως καὶ πρώ-τως ἀφ' ἑαυτοῦ καὶ ἀφ' ὅλου ἑαυτοῦτην αἰτίαν παρεχόμενον. καὶ μόνως ἐν ἑαυτῶ ταύ-τὴν ἔχον. καὶ αὐτοτελῆ εἰς τὰ ὅλα αὐτὴν προιέμενον. δῆλον δὲ ὅτι σαφέστερος μὲν ὁ λό-γος οὕτως ἔσται διὰ τῆς προσθήκης. καὶ ἀρχύτας δὲ ἐν βραχεῖ λόγω πάντα ταῦταἐνεδείξατο. τὸ γὰρ ἐν ἑαυτῶ ὡς ἐν ὅλω εἴληπται κυρίως καὶ πρώτως. πάλιν δὲ τοῦ πά-σχεινίδιον φησὶ, τὸ ἐν ἑτέρω τὴν αἰτίαν ἔχειν τῆς κινήσεως. εἰ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος,ὅπερ ἄτοπον εἶναίτι τῶν γινομένων ὑπομηδεμιᾶς αἰτίας γιγνόμενον ἢ ἔχον αἰτίαν. καὶεἰ τοῦτο, ἢ ἐν αὐτῶ τῶ πάσχοντι, καὶ οὕτως οὐ πάσχον μόνον ἐστιν, ἀλλὰ καὶ ποιοῦν, ἢ ἔξω-θεν καὶ ἐν ἑτέρω. ὡς γὰρ ἂν ποιῆ τὸ ποιοῦν καὶ ἄπεραν ἐκεῖνο ποιῆ, ταῦτα πάσχει τὸ πά-σχον. Απορεῖ δὲ καὶ πρὸς τοῦτο ὁ πλωτῖνος, πῶς ἐστιν ἀπόλυτά τινα καὶ ἐντω πάσχεινοὐκόντα ἐξ ἄλλων. οἷον τὸ σήπεσθαι καὶ ἰοῦσθαι. πολλὰ δὲ καὶ ἐν ἄλλω τὴν αἰτίαν ἔχοντατῆς κινήσεως οὐ πάσχει. ὡς κύκνος φέρε ἐκ τοῦ ἐν αὐτῶ λόγου λευκαινόμενος, ἄγεται μὲνεἰς τὴν οἰκείαν ἐντελέχειαν. οὐ μέντοι διὰ το ὑπ' ἄλλου παθος τὸ τοιοῦτον. καὶ τὸ αῦξον δὲἀπὸ τοῦ ἐνόντος λόγου, οὐδὴπου κατὰ πάθος εἰς τὴν αὔξησιν ἄγεται. ἀλλὰ προσ μὲν τὸ τοι-οὗτον ῥητέον, μήτε τὸν κύκνον ἐν ἄλλω ἔχειν τὴν αἰτίαν τοῦ λευκὸν εἶναι ἀλλ' ἐν ἑαυτῶμὴ τε ἄλλο μηδὲν τῶν εἰς τὸ οἰκεῖον εἰδος τὸ συμφυτον ἀγομένων, ἔξωθεν ἔχειν τὴν τὴν οἰκείτοεἴδους μετοχήν. πάθος τε οῦν λέγομεν τὸ οὕτως μετέχειν, οὐχ ὅτι ἄλλου οὐ γίεται πά-θος τὸ τοιούτον, ἀλλ' ἐπειδὴ οὐσίας μετάληψις ἦν ἡτὴν εἶδους μετοχὴ κατ' ἐνέργειαν,ὑπὸ ἀέρων ἢ ὑπὸ ὑδάτων, ἢ ἄλλου τινὸς ὑγροῦ ἀναθυμιάσεως γινομένη. ἴσως δὲ καὶδιὰ τὴν σύνθεσιν τῶν σηπομένων καὶ ἱουμένων, ἔστι τινὰ ἐν αὐτοῖς. τὰ μὲν, ἐν τῶ ποιεῖν.τὰ δὲ, ἐν τῶ πάσχειν. ἅπερ μὴ δυνάμενοι διακρίνειν, ἀπολύτους πείσεις τὰς τοιαύ-τας ὑποτίθενται. ἀλλὰ πολλάφασιν ἐν ἑαυτοῖς τὴν αἰτίαν ἔχοντα τοῦ ποιεῖν, ἐπα-θαίνετὸ. καθὸ πάντας τοὺς φαύλους ἀπὸ τῆς ἐν αὐτοῖς κακίας, ἐμπαθεῖς εἶναι λέγομεν.ἢ αὐτῶ δοκεῖ τῶ πλωτίνω, μητε πάθη ἀλλ' ἐνεργήματα εἶναι τὰ τῆς ψυχῆς πάθη,ἢ ἐν αὐτῆ μὲν ἐνεργήματα, ἐν δὲ τῶ σώματι, πάθη. ὥσπερ οὖν τὴν αἰτίαν τῆς κακί-ας ἐν ἑαυτοῖς ἔχουσιν οἱ φαῦλοι, οὕτως καὶ τὴν ἐνέργειαν αὐτῆς ἔχουσιν ἐν τῶ ποι-εῖν, εἴπερ πάθος ἐπὶ τῆς ψυχῆς οὐ λέγεται. εἰ δὲ περὶ τὸ σῶμα γίνεται τὸ πά-σχειν, ἀλλ' ἐν ἄλλω ἔσται τὸ πάθος, καὶ ἐπ' ἄλλου. καὶ οὕτως ἀληθὴς γίνεται ὁ τοῦπασχειν ὁρισμός. μὴποτε δὲ καὶ ἐν τῆ ψυχὴ πλειόνων, ὄντων μορίων, ἢ πλεῖ-