Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

συμπλοκὴήν. οὕτω γὰρ καθαρᾶν νοεῖσθαι τὴν ἐξ αὐτοῦ ἐνέργειαν. εἰ δέ τις καὶ τὴν ἀντίθεσιν τοῦποιεῖν καὶ πάσχειν βούλοιτο λαμβάνειν, ἀποδεικτέον καὶ τοῦτο, οὐ κατὰ σχέσιν, ἀλλὰκατ' ἰδιὰν ἑκατέρου ὑπόστασιν. ἥτις ἐν ἑκατέρω οὖσα, προσλαμβάνει ἐκδευτέρουτὸν τῆς ἐναντιώσεως λόγον. τὸ δὲ τρίτον, οὐκ ἔστιν εὐδιόριστον, διὰ τὴν ἐν πολλοῖς τῶνδύο ἀρχῶν μίξιν. τὸ οὖν βαδίζειν, μέμικται ἔκτε κινήσεως καὶ ἐνεργείας. ἴσως δὲ καὶ τὸνοεῖν, ἐκτε τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν. καὶ διατοῦτο, οὐ ῥάδιον ἀποφαίνεσθαι ἐν ποίωγένει τὰ προτεινόμενα. ἀλλὰ καθόλου διαιρετέον. πρώτας μὲν ποιήσεις, τὰς καθα-ρὰς καὶ ἀμίκτους λέγοντες. δευτέρας δὲ, τὰς ἀπ' ἐκείνων, εἰς τὰ σύμμικτα γένη. τού-των δὲ εἶναι πλείονας διαφορὰς. τὰ μὲν γὰρ αὐτῶν, πρὸς τὸ πάσχειν. τὰ δὲ, πρὸς ἄλλαιε, Ττινὰ συμπλέκεται. καὶ τὰ μὲν ἐπικράτει κὰ τὴν ἐξ εαυτῶν ἐνέργειαν. τὰ δὲ, ὑπὸ τῶνἄλλων τῶν συμμιγνυμένων ἐπικρατεῖται. τὰ δὲ, ἄλλως ποικίλως συνυφαίνεται.τοιαῦτα δὲ πρὸς τὴν πλωτῖνον ἀντιταξάμενος ὁἰάμβλιχος, τεχνικώτερον φησίν ἐστιπρότερον διελέσθαι τὴν ἰδιότητα τῶν γενῶν τούτων, τοῦτε ποιεῖν καὶ τοῦ πάσχειν, καὶτὴν διαφορᾶν αὐτῶν τὴν πρὸς ἄλληλα ἐπιδεῖξαι. ἀπὸ γὰρ τούτου φανήσεται καὶ τίνα ὑπο-τάττειν αὐτοῖς δεῖ. καὶ ποῖα τὰ μεταξὺ αὐτῶν ἐστι σύμμικτα. εἰ δὲ δεῖ πρὸ τῶν ἰαμ-βλίχου τὰ ἀρχύτου παραθέσθαι ὅσα ἐκεῖνος ἰδια τοῦ ποιεῖν καὶ πάσχειν ἀνέγραψε.καὶ γὰρ καὶ ὁἱἰάμβλιχος ἐκεῖνα ἐπεξηγεῖται. γράφει τοίνυν ὁ ἀρχύτας, οὕτως. Τῶ δὲἢ ποιέοντος ἰδιόν ἐστι, τὸ ἐν αὐτῶ τὰν αἰτίαν ἔχεν τὰς κινάσιος. τῶ δὲ ποιωμένω καὶ τῶπάσχοντι, τὸ ἐνετέρω. ὁ μὲν γὰρ ἀνδριαντοποιος ἐν ἑαυτῶταν αἰτίαν ἔχει τῶ ποιὲντὸν ἀνδρίαντα. ὁ δὲ χαλκὸς, τῶ ποιεῖσθαι ἐν ἑαυτῶτε καὶ τῶ ἀνδριαντοποιῶ. καὶ ἐπὶτὶ τῶν παθέων δὲ τὰς ψυχὰς, ὁ αὐτὸς λόγος. ὁ γὰρ θυμός ἐφ' ἑτέρω τινὶ πέφυκεν ἀνεγεὶἥρεσθαι. καὶ ὑφ' ἑτερωτινὸς ἔξωθεν ἐρεθίζεσθαι. οἷον, ὀλιγωρίας. ἀτιμίας. ὑβριος. ὁ δὲταῦτα δρῶν, ἐν ἑαυτῶ τὰν αἰτίαν ἔχει τῶ ταῦτα δρᾶν. Ταῦτα τοίνυν ἐξηγουωβλιχος, φησ, τὸ ποιεῖν ἐν ἑαυτῶ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας. τὸ δὲ πάσχειν, τὴν τῆς κινήσεως ἐν ἑτέρω καὶ ἐν ἑαυτῶ. ὡς ὁ χαλκὸς ἐν ἑαυτῶ καὶ τῶ ἀνδριαντόποιω. διότι καὶἰδίαν τινὰ ἔχει βεβαιότητα τῆς ἑαυτοῦ οὐσίας τὸ πάσχειν. καὶ οὐχ ὅλον ἐξήρτηταιἀπὸ τοῦ ποιοῦντος. καὶ λοιπὸν τὰς πρὸς τὴν λόγον ἐπάγει ἐνστάσεις. καὶ γὰρ ἀντιλέγουσιφησί τινες. ὡς καὶ τοῦ ποιεῖν τινά ἐστιν ἐν ἑτέρω ἔχοντα τὴν αἰτίαν, οἷον τὸ νοεῖν. ἢ εἰ μὴ τὸνοεῖν τίς ἐν τῶ ποιεῖν τιθείη, ἀλλὰ τὸ νοεῖσθαι, ὡς τοῦ νοεῖν ἐν τῶ πάσχειν ὄντος, οὐδὲ οὐτως τὸ νοεῖσθαι τὴν πᾶσαν αἰτίαν παρέχει τῶ νοοῦντι τῶ κινεῖσθαι. ἢ οὐ τοιοῦτός ἐστιν ὁ τρόπος τῆς κοινωνίας, οἷον ὑπολαμβάνουσιν οἱ ἀποροῦντες ἐπί τε τοῦ νοῦ καὶ τοῦ νοητοῦ.ἄρα ἐκεῖνος μὲν τῆς περὶ νοῦ θεωρίας οἰκεῖος. λυτέον δὲ τὴν ἀπορίαν συμμέτρως τοῖςπροκειμένοις λέγοντας ὡς οἷμαι. ὅτι ὁ μὲν ἀρχύτας, τὰς καθαρὰς ποιήσεις καὶπείσεις ἀπελογίσατο. τὸ δὲ νοεῖν κάν ἔστι τὶ πασχειν, ἀλλ' ἔχει τινὰ ἔνδοθεν ἐγειρο-μένην ἐνέργειαν. ὥσπερ τὸ ὁρᾶν καὶ ὅλως τὸ γινωσκειν. καὶ οὐκ ἔδει ἀπὸ τοὕτων τῶν σύμμεμιγμένων προσάγειν τῶ λόγω τὴν ἔνστασιν. ἄλλοι δὲ ἀπὸ τοῦ ὀρέγεσθαι καὶ ὁρμᾶν τὴν αὐ-ἀπορίαν προσάγουσιν. ὡς ἄρα ταῦτα ἐν αὐτοῖς μὲν ἔχει τὴν αἰτίαν τῆς κινήσεως. οὐπάντη δὲ καθαρέύει τῆς παρ' ἄλλου καὶ ἔξωθεν προκαταρχούσης αἰτίας. ταύτην δὲ τὴν