Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

δινάμει καὶ τῆ ἐπιτηδειότητι τοῦ ποιοῦντος καὶ πάσχοντος. τὰ γὰρ ὡθοῦντα καὶ ἕλκοντα καὶ τὰ τοιαῦτα, συμμικτά ἐστιν, ἔκτε τοῦ ποιεῖν, ἐκτετοῦ πάσχειν. εἴτε οὖν τὴν αἰτί-ἄντου ποιεῖν καὶ τοῦ πάσχειν, εἴτε τον μορφὴν διακρίνοι τίς ὡς ἑτέραν, οὐδὲν αὐτῆς ἔσταικοινὸν γένος. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας δείκνυται, ὅτι καὶ τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι, τῆςτοῦ ποιεῖν ἐστι κατηγορίας, ἀλλ' οὐ τῆς τοῦ πάσχειν. οὐ γὰρ πάσχει τί τὸ νοητὸν εἰς νοησιν,ἀλλ' ἔστι τὸ νοεῖσθαι, τὸ νόησιν ποιεῖν. καὶ τὸ ὁρᾶσθαι, τὸ ὅρασιν, τῆς λέξεως τὸ σχημαμό-νον ἐχούσης τοῦ πάσχειν. δεῖ οὖν μὴ εἰς τὸ σχήματῆς λέξεως ἀφορᾶν, ἀλλ' εἴς τὰ πράγματα. καὶ γὰρ τινὰ μέν ἐστι καὶ τῶ πράγματι καὶ τῶ σχήματι τῆς λέξεως τὸ ποιεῖν ἔχον-τα ὡς τοιατρεύειν. τινὰ δὲ τῶ μὲν πράγματι, ποιητικά ἐστι. τῶ δὲ σχήματι τῆς λέξε-ως παθητικά, ὡς τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι. τυποῦν γάρ ἐστι τοῦτο. τὸ δὲ τυποῦν, ποιεῖν. τινὰ δὲ ἀνάπάλιν, ὡς τὸ ὁρᾶν καὶ νοεῖν. τύπουσθαι γάρ ἐστι. τὸ δὲ τύπουσθαιπάσχειν. ἐπιστάσεως δὲ ἄξιον, μὴ ποτε τὸ νοεῖν καὶ τὸ ὁρᾶν οὐκ ἔστι πάσχειν μόνον καὶτυπουσθαι, ἀλλ' ἔχει τινὰ καὶ ἔνδοθεν ἀνεγειρομένην ἐνέργειαν, καθ' ἣν ἡ ἀντίληψις γίνταικαὶ οὐδὲν οἶμαι θαυμαστων εἰ συμμιγές τι ἐπὶ τούτων συμβάίνει. καὶ γὰρ ἀκολούθον τὰκ, ποιεῖν μόνως. τὰ δὲ, πάσχειν μόνως. τὰ δὲ, ποιεῖν ἅμα καὶ πάσχειν, ὥσπερ τὸ νο-εῖν καὶ τὸ ὁρᾶν. πάλιν δὲ ὁ πλωτῖνος ἐπισκεπτέον φησίν, εἰ ἐν τῶ ποιεῖν, τὰς μὲν, ἐνερ-γείας φησουσι. τὰς δὲ, κινήσεις. οἷον τὸ τέμνειν. ἢ πᾶσα ποίησις καὶ κίνησίς ἐστιν. ἡ μετάκινήσεως. καὶ εἰπάσας τὰς ποιήτεις πρὸς τὸ πάσχειν, ἢ τινὰς καὶ ἀπολύτους. οἷον τὸ βα-δίζειν καὶ τὸ λέγειν. καὶ εἰ τὰς μὲν, πρὸς τὸ πάσχειν πάσας κινήσεις. τὰς δὲ, ἀπολύτουςἐνεργείας, ἢ ἐν ἑκάτέροις ἑκάτερον. τὸ γουνβαδίζειν ἀπολελυμένον, κίνησιν ἂν πάν-τες εἴποιεν. τὸ δὲ νοεῖν, καί τι ἔχον πάσχον τὸνούμενον, ἐνεργεία οἱμαι ῥητέον. τού-των δὲ πρὼς τὸ πρῶτον. ὅτι τὸ πᾶσαν ποίησιν κίνησιν εἶναι ἡ μετὰ κινήσεως, οὐκ ἐγ-κριτέον. ἀλλὰ τ ουναντίον, τὸ ποιοῦν ἡ ποιεῖ, καὶ τὴν καθαραν ἐνέργειαν ἔχει, οὐδὅλως κινεῖσθαι. ὥστε ἐν τῶ ποιεῖν, οὐδεῖ τὰς μὲν, ἐνεργεία λέγειν, τὰς δὲ κινήσει. ὅ-λως γὰρ οὐκ εἰσιν ἐν τῶ ποιεῖν αἱ κινήσεις, διὰ τὰς εἰρημένας αἰτίας. ἀλλ' οὐδὲ τὰς ἀθρόας ἁπλῶς φησομεν ἐνεργείας εἶναι, καθόσον εἰσὶν ἀθρόαι. διότι τὸ ἀθρόον, καὶ τῶν μετα βολῶν ἦν ἴδιον. καὶ οὐδὲ ποτε ταύτη ἀντιδιαιρεῖται ἐνέργεια προσκίνησιν. διό τιμὲν, ἀθρόα ἐστιν. ἡ δὲ, ἐν χρόνω. ἀλλ' ἄλλαις τισι διαφοραῖς. πρὸςδὲ τὸ δέύτερον, τὸ, εἰπᾶσαι πρὸς τὸ πάσχειν αἱ ποιήσεις, ἢ τινες εἰσὶ καὶ ἀπόλυτοι, δυνατὸν λέγειν, ὅτι οὐκἐκεῖνο τὸ ποιεῖν τὸ ἀντιταττόμενον τῶ πάσχειν ὡς γένος τεθεικεν ὁ ἀριστοτέλης, ἀλλὰ τὸκοινότερον καὶ ἴσον τῶ ἐνεργεῖν, καὶ ἐξ ἑαυτοῦ ποιεῖν. ὥστε ὑποπίπτειν. καὶ τὸ περιπα-τεῖν καὶ τὸ καθῆσθαι, καὶ πάντα τὰ ἀπολυτα. ὑποπίπτειν δὲ καὶ τὸ ἄντιτεταγμένοντῶ πάσχειν. καθὸ τὸ μὲν, ἐν ἑαυτῶ. τὸ δὲ, ἐν ἑτέρω, τὴν τῆς κινήσεως ἀρχὴν ἔχει καὶ αἰ-τίαν. ἔστι δὲ καὶ τοῦτο λέγειν. ὡς τὸ μὲν ἀντιταττόμενον πρὸς τὸ πάσχειν καὶ λεγομε-νον ὀρθον ὑπὸ τῶν στωικῶν, οὐκ εἴληπταινῦν, ἀλλὰ τὸ κοινὸν. τὸ δὲ ἀντιταττόμενονἰς παραδείγμασιν εἴληπται, ὡς σαφέστερον ἴσως. ὁμοίως δὲ καὶ τὸ πάσχειν. οὐχὶτὸ ὕπτιον λεγόμενον τὸ πρὸς τὸ ποιοῦν, ἀλλὰ τὸ κοινὸν. βέλτιον δὲ τὸ πρῶτεν καὶ κυ-ριώτατον τοῦ ποιεῖν γένος καθαρὸν τίθεσθαι, καὶ μὴ δὲ μίαν ἔχον πρὸς τὸ πάσχον