καὶ τὰ κατηγορήματα, τοιαῦτα ἐπινοεῖται. κἀκεῖνο δὲ καλῶς εἴρηται. ὡς τὰ μὲν πρὸςτι, μόνη ἡ σχέσις ὑφιστησι. τὸ δὲ ποιεῖν καὶ πάσχειν, ἔχει τινας ἰδίας φύσεις, πάνρ αςεἴπερ ἄρατα προστίπως δεύτερα ἐπινοεῖται. διόπερ οὐκ ἐξίσταται ἡσέχει ἑκάτερον καθ' ἑαυτὸ ἰδιὰς κατηγορίας. Αλλὰ διατί φασιν οὐχ ἐν μὲν γένος τὸ κινεῖσθαι.εἴδη δὲ τούτου δύο. τὸ κινεῖν, ὅπερ ταυτόν ἐστι τῶ ποιεῖν, καὶ τὸ ὁμωνύμως τῶ γένεικινεῖσθαι λεγόμενον, ἐν ὧ τὸ πάσχειν. ὥστε μίαν κατηγοριαν εἶναι τοῦ κινεῖσθαι, ἀλλὰμὴ δύο τοῦ ποιεῖν καὶ πάσχειν. λύσις δὲ τούτου, καὶ πρόσθεν μὲν ἐπεδείχθη διὰπλειόνων. καὶ νῦν δὲ λέγεσθω. ὅτι ἐν τῶ κινεῖσθαι οὐ περιέχεται τὸ ποιεῖν, εἴτις τὰςκαθαρας λαμβάνει ποιήσεις. μόνον δὲ τὸ πάσχειν περιείληπται. οὐ δύναται οὖν γένοςεἶναι τὸ κινεῖσθαι τὴν ποιήσεων. ὧν οὐ δὲ ὅλως ἐν τῶ εἶναι κατηγορεῖται. ἡ μὲν γὰρ κίνη-σις, ἑτεροιώσει τινὶ καὶ μεταβολῆ σύνεστιν. ἡ δὲ ποίησις ἡ καθαρὰ, ἥτις καὶ ἀντιδιαι-ρεῖται πρὸς τὸ πάσχειν ὡς μηδὲν ἔχουσα κοινὸν πρὸς αὐτὴν, ἀπαθης ἐστι καὶ ἄτρε.πτος καὶ ἀμετάβλητος. ποιεῖ οὐν μόνως αὕτη οὐδὲν εἰς δεχομένη πάθος. ἀκινήτωςἄρα ποιήσει. οὐκ ἄρα ἐν τῶ κινεῖσθαι ἐστι τὸ πρώτως ποιεῖν, ὡς ἐν γένει, ἀλλὰ μᾶλλονἐν τῶ μη κινεῖσθαι. αὕτη μὲν οὖν ἀκριβῆς λύσις τῆς ἐνστάσεώς. εἰ δέ τις τὸ ποιεῖν δια-τείνοι καὶ ἐπὶ τὰς κινήσεις, λεγετω ὡς κατὰ τοὺς παλαιοὺς, ἀπὸ τῆς κινήσεως ὑφί-σταται τὸ κινεῖσθαι. τοιοῦτον δὲ ὂν, οὐκ ἐπὶ πασῶν τῶν ἐνεργειῶν τάττεσθαι, ἀλλ' ἐπὶμόνων, ὅσαι κινήσεσιν ἦσαν αἱ αὐταί. τὸ μέντοι ποιεῖν, οὐ κινήσεως μόνον, ἀλλὰ καὶἐνεργειῶν ἦν περιληπτικὸν. οἰκείως οὐν ἔθετο αὐτὸ εἰς γένους ἰδιο θέσιν, οἰκεῖον ὑπάρχον τῶν τε ἐνεργειῶνας οὐ περιεῖχε τὸ κινεῖσθαι, καὶ κινήσεων δραστικῶν κεχωρις μένωνπαντελῶς ἀπὸ πείσεων. διὸ ἀκολούθως ἕτερον ἔθετο γένος τὸ ποιεῖν τοῦ πασχειν.τὸ δὲ κινεῖσθαι, μὴ δὲ ὅλως εἶναι ἐπ' αὐτοῖς γένος. οὐχ ὅτι οὐδ' ὅλως λέγεται ἐπὶ τῶνποιήσεων τὸ κινεῖσθαι, ὡς ἡ πρώτη λύσις ἐβούλετο ἀπολογίζεσθαι, ἀλλ' ἐπειδὴ τὸ ποιεῖν περιίεῖχε καὶ τὰς κατ' ἐνέργειαν κινήσεις, αἴτινες οὐ περιέχονται ἐντωκινεῖσθαι. ὑπ-καὶ ἀπὸ τῆς ἐν τῶ παντὶ φύσε-μνήσει εδαντις τὸ δύο εἶναι γένη τὸ ποιεῖν καὶ πάοως. εἰ γὰρ τὸ μὲν, γεννᾶ, τὸ δὲ ὑποδέχεται τὴν γένεσιν, καὶ τὸ μὲν ἐστι δραστικὸν, τὸ δὲ παθητικὸν,ἐξ ἀνάγκης δεῖται ταῖς ἀρχαῖς ὁμολογουμένως, καὶ τὰ γένη εἶναι διττά. καὶ ἐπεὶ πᾶνταχοῦ τὸ ἄμικτον τοῦ μικτοῦ προηγεῖται, ἐξ ἀνάγκης καὶ τὸ καθαρῶς ποιεῖν καὶ πάσχειντοῦ μικτοῦ τῆς κινήσεως γένους προυπάρχει. αὕτη γὰρ ἡ ὑπὸ ἄλλου γινομένη, εἰς ἄλλοποιεῖ. καὶ εἴπερ εἴηγένος, ἐν τοῖς μετέχουσι καὶ ἀμίκτοις ἔσται τὰ γένη, ὅπερ ἀτοπον.τπολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχὰς, τήντε παθητικὴν καὶ τὴνδραστικὴν, εἰς μίαν πολλαχοῦ συμπίπτειν φύσιν. ἐπεὶ καθαρῶς γεδιορίζονται τὰ πράγματα. οὔτε τὸ ποιοῦν ἡ ποιεῖ καὶ πάσχει, οὔτε τὸ πάσχον ἡ πάσχει ποιεῖ. διὸ τὰ μὲνπρῶτα τῶν αἰτίων, ἀκίνητά ἐστιν. ὧν κινήσεων αἰτια γίνεται. τινὰ δὲ τῶν ἑξῆς κινοῦντα,καὶ κινεῖται ὑπὸ τοῦ ἀμφοτέρὰς ἔχειν ἐν ἑαυτοῖς ἀρχὰς. καὶ εἶναι μέντι αὐτῶν κι-νοῦν. εἶναι δὲ καὶ κινούμενον ἕτερον. καὶ οὕτως τὸ ὅλον κινεῖν καὶ κινεῖσθαι δοκεῖ.περισπᾶ δὲ τοὺς πολλοὺς εἰς τὸ καὶ ἐν ταῖς ποιήσεσι κινήσεις τίθεσθαι, τὸ νομίζειν ὥσεσικαὶ μοχλείαις τὰς ποιήσεις γίνεσθαι. ἀλλὰ μὴ ὡς τοῖς παλαιοῖς ἐδόκει τῆ δραστηρίω
Einzelbild herunterladen
verfügbare Breiten