Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

κίνησιν, τοῦ δυνάμει κινητοῦ. καλῶς ὁ πλωτίνος ἀντιλέγων, φησίν. ὅτι τὰ μὲν πρός τιαὕτη ἡ σχέσις ἐγέννα, ἀλλ' οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι. ὅταν δὲ ἡ τίς ὑπόστασιςκᾶν ἑτέρου ἢ, κᾶν προςέτερον, τὴν γε τοῦ πρός τι εἴληφε φύσιν. αὕτη τοίνυν ἡ ἐνέρ-γεια καὶ ἡ κίνησις καὶ ἡ ἕξις, κᾶν ἑτέρου εἰσὶν, ἀλλὰ τοῦ εἶναι τί πρὸ τοῦ πρόςτι. καὶ νοεῖ-σθαι καθ' αὐτὰ οὐκ ἀφήρηνται. καὶ ὅλως τὰ μὲν πρός τι, κατ' αὐτὴν μόνην θεωρεῖταιτὴν σχέσιν, ὥσπερ ἡ δεξιότης καὶ ἡ ὁμοιότης. τὰ δὲ ἑτέρων ὄντα οὕτως, ὡς κατὰ μετο-χὴν ὑφιστάμενα. ὡς ἐν τῶ κινουμένω ἡ κίνησις, καὶ ἐν τῶ ἐνεργοῦντι ἡ ἐνέργεια, οὐ τὴνπρός τι σχέσιν παρίστησιν, ἀλλὰ μετοχὴν τῆς κινήσεως. αἱ δὲ μετοχαὶ, οὐκ ἐποίουν τὸπρός τι. ἐπεὶ οὕτως ἑνὶ λογωπἀντά ἐστι πρός τι. καὶ μάλιστα οὕτω συνεζευγμένον ὑπ'αὐτοῦ τὸ ποιεῖν τῶ πάσχειν, διὰ τὴν πρὸς αὐτὸ σχέσιν, ὡς περὶ ἀμφοτέρων ἕνα ποιὴσασθαι λόγον τὸν ἀριστοτέλην. καὶ εἰ μὴ ὁ τῆς δεκάδος τῶν γενῶν ἀριθμὸς ἀπήτει διη-ρεῖσθαι, ὐήθησαν ἄντινες ὅτι εἰς μίαν τὰ δύο ἀνάγει κατηγορίαν. ἢ ὅτι τὸ ὡς γένος λαμ-βανόμενον ποιεῖν κατὰ τὴν καθαρῶς ποίησιν ἰστάμενον, κεχωρίσται τελέως τοῦσάσχειν. καὶγὰρ τὸ θερμαίνειν καὶ ψύχειν παρέλαβεν ὁ ἀριστοτέλης, οὐχ ὡς τὰ ὀρθὰ παρὰ τοῖς στωί-κοῖς λεγόμενα, ὅπερ ὡς εἰς ἕτερον ῥέπουσαν ἔχει τὴν κίνησιν, ἀλλὰ κατ' αὐτὴν τὴνπρωτουργον αἰτίαν τῆς κινήσεως, ἥτις ἐν αὐτῶ τῶ εἴδει τῆς θερμότητος καὶ ψυχρότητὸς προυπάρχει. οὕτω γὰρ καὶ καθαρῶς ποίησις ἔσται κεχωρισμένη πάντη τοῦ πάσχειν,ἀλλ' οὐδὲ τοῦ θερμαίνεσθαι καὶ ψύχεσθαι. ταῦτά ἐστιν ἅπερ ὕπτια καλοῦσι κατὰ τὴπρὸς τὸ θερμαῖνον σχέσιν θεωρούμενα. ἀλλὰ σημαίνεσθαι μὲν καὶ τοιαῦτά τινα ἀπὸφωνῶν τούτων, οὐκ ἄν ἀντείποιμεν. οὐ μηνταῦτάγε εἶναι τὰ ἐν τῶ πάσχειν ὑπὸ ἀ-ριστοτέλους τιθέμενα. ὡς γάρ ἐστι καθαρὰ ποίησις ἄλλη παρὰ τὴν ῥέπουσαν εἰς τὸ πά-σχον, καὶ ἄμικτος πάντη πρὸς αὐτὴν, οὕτως ἐστι καὶ καθάρὰ πεῖσις τὴν ἐν τῶ πά-σχοντι μόνον πεῖσιν περὶ εἰληφυία. μήτε ἀναφορᾶς, μήτε σχέσεως, μήτε συζεύξεωςπρὸς τὴν ποίησιν ἐφαπτομένη. ὥστε οὐδὲ ὀρθὰ, οὐδὲ ὑπτία ταῦτα ἐστιν, ὡς τοῖς στωὶκοῖς καλεῖν ἔθος. ἐφ ὧν γὰρ οὐκ ἔστι τὸ πάθος ἀπολελυμένον τῆς πρὸς τὸ ποιοῦν σχέσεως, ἐπὶ τούτων καὶ τὰ ὀρθα καὶ τὰ ὕπτια εἰκότως ἐνομίζετο. τὰ μὲν, τὴν ἐνέρ-γειαν εἰς ἕτερον συντάττοντα. τὰ δὲ, ὑφ' ἑτέρου την κίνησιν ἐν τῶ πάσχοντι συναρμόζοντα, καὶ ἀναφέροντα αὐτὴν πρὸς ἕτερον. ἅπερ εἰκαὶ τῶ ὄντι ἐστιν, ἀλλ' οὐκέτιγε ἁπλᾶ καὶ ἄμικτα, καὶ πρῶτα γένη καὶ καθ' ἑαυτὰ ὑφεστηκότα, καὶ μὴ ἐν ἄλλοις ἔχοντα τὸ εἶναι. καὶ τοῦτο γὰρ ὀρθῶς λέγεται. ὡς οὐτοῖς κατηγορήμασι πρώτοις δεῖ προσεῖ-ναι τὸ πρός τι εἶναι, ἀλλὰ τοῖς συνυφισταμένοις πῶς ἔχουσιν. οἷον τῶ κάον τι καὶ τύπτοντι. οὕτως γάρ ἐστιν, ὅτον δε τύπτων, καὶ τὸν δέκάων. ἐπεὶ γὰρ ἐν συνθέσει πῶς ἔχει ὁ τύπτων μετὰ τοῦ ὑποκειμέντο ὀνόματος, καὶ ἡ ποίησις αὐτοῦτο συμμικτόνπως ἐμφαίνει, καὶ τὸἔχον πῶς πρὸς ἕτερον. τὸ μέντοι ποιεῖν, ἐπειδὴ καθαρῶς μένη τῆ ἐνεργεία συνέζευκταιδιὰ τοῦτο κατ' αὐτὴν ἴσταται μόνην καθαρῶς. καὶ τὸοὔτε σχέσεως οὔτε μίξεως τῆςπρὸς τὸ πάσχον ἀναπίμπλαται. καὶ γὰρ μάλιστα μὲν οὐ δέ ἔστιν ἐν τοῖς κατηγορήμασι τὰπρόστι. εἰ δὲ ἄρα τίς αὐτὸ μέχρις ἐπινοίας λαμβάνει, ὡς δεύτερον νοεῖται. αὐτοὶ μὲνγὰρ οἱ πῶς ἔχοντες, κατὰ πρῶτον ειεν ἂν πρός τι. ἕτερον δὲ τρόπον, κατὰ δευτέραν αἰτίαν.