οὖσα. περὶ δὲ τινῶν γεγένηται ζήτησις, εἰ κινήσεις χρὴ λέγειν.οἷον, τήντε αἰσθησιν, καὶ τοῦτῆς ψυχῆς νόησιν. ἃς δοκεῖτισιν, οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κινήσεις εἶναι, εἴγεἀμέριστοι εἰσιν, ὡς ἐν τοῖς περὶ ψυχῆς δέδεικται. κίνησις δὲ πᾶσα μεριστή. εἰ δὲ καὶ ἐν τῶνῦν, ἡ τε αἰσθησις καὶ ἡ νόησις ἐπιτέλουνται, οὐδὲ οὕτως ἂν εἶεν κινήσεις, ἀλλ' ἐνεργειαιἂν ὀρθότερον καλοῖντο. μελίσσου δὲ εἰπόντος πάντος τοῦ γινομένου ἀρχὴν εἶναιφησὶν ἀριστοτέλης, μὴ ἐπὶ πάντων τῶν γινομένων ἀρχὴν εἶναι τοῦ πράγματος, ἀλλὰ τοῦχρόνου μὲν εἶναι ἀρχὴν, οὐκέτι μὴν καὶ τοῦ πράγματος. δύνασθαι γὰρ ἀθρόως μεταβάλλειν, ὡς ἐπὶ τοῦ φωτιζομένου ἀερος. ἀθρόως γὰρ πᾶς φωτίζεται. οὐ μέντοι καὶ ἀχρόνως. ἐνγὰρ τῆ ἀνατολῆ ἐφωτίσθη. οὐ μέντοι καὶ ἄχρονός ἐστιν ἡ ἀνατολή. οὐ γὰρ κατὰ τὸ νῦν ἐστιν.οὐ δὲ ὁ φωτισμὸς κατὰ τὸ νῦν. κᾶν ἀθρόως ὁ ἀηρ, καὶ οὐ τόδε μετὰ τόδε φωτίζεται. τοῦ τοί-νυν ἀριστοτέλους ἀθρόαν οὕτως εἰποντος μεταβολὴν, ὁ πλωτῖνος εἴ ἀθροαφησίν ἐστικαὶ τὰ με-μεταβολή, ἔστι καὶ ἀθρόα κίνησις καὶ ἄχρονος. φαίη ἄἂν οὐν ὁ ἀριστοτέλης, τὲταβάλλειν εἶναι μεταβολὴν. τὴν δὲ, κατὰ τὸ μεταβεβληκέναι. καὶ ἡ μὲν κατὰ τὸ μεταβάλ-λειν, κίνησις ἐστιν. ἡ δὲ κατὰ τὸ μεταβεβληκέναι, ἠρεμία. εἰ μὲν οὖν ἡ κατὰ τὸ μεταβεβληκέναι πάντως, ἀπὸ τῆς κατὰ τὸ μεταβάλλειν συνισταται μεταβολῆς. καὶ προυπάρμὲν ἡ κατὰ τὸ μεταβάλλειν, ἡ λίου ἀνατέλλειν μέλοντος. ἡμῖν δὲ ἀνεπαισθήτως μόνη ἡ κατὰ τὸ μεταβεβληκέναι ἐνίσταται. εἴη ἄνοὖν, οὐκ ἄνευ μὲν κινήσεως. οὐ μὴν κίνη-σις ἡ τοῦ φωτισμοῦ ἔνστασις. εἰ δὲ ἐνδέχεται τὴν κατὰ τὸ μεταβεβληκέναι ἐνστῆναι ἄνευ τοῦμεταβάλλειν, οὐ κὰν εἴηκίνησις, οὐ δὲ μετὰ κινήσεως ἡ τοιαύτη μεταβολὴ ἡ ἐν τῶ μετα βεβληκέναι, ἀλλ' ἐνέργειαί εἰσι καὶ οὐχίκινήσεις αἱ τοιαῦται μεταβολαὶ. πολλὰ δὲτῶν ὑπὸ πλωτίνου περὶ κινήσεως λεγομένων, οὐκ ἐφαρμόζει ταῖς κινήσεσι. τό, τε γὰρἄχρονον λέγεσθαι κίνησιν, μάχεται πρὸς τὴν διάνυσιν αὐτῆς καὶ τὴν διέξοδον. τὸ, τε ἐνἀχρόνω αὐτὴν ἄρχεσθαι ποτε τὴν συνέχειαν τῆς φύσεως αὐτῆς ἀναιρεῖ. τόγενομίζεινπαλιν τὴν αὐτὴν συμπεραίνεσθαι κίνησιν, ἀδύνατον ἐπὶ συνεχοῦς. ἐπὶ γὰρ τῶν κατ' ἀρι-θμὸν διωριςμένων μόνων, δυνατὸν μονάδα καὶ ἄλλην μονάδα ἐπινοεῖν, καὶ οὕτως συντάττεινεἰς ταῦτο τὸ διωρισμένον πλῆθος. ἐφ' ὧν δὲ συνεχειά ἐστιν ἀπερ ιόριστος, οὐκ ἔνεστιν ἐπὶ τούτων ὥσπερ διωρισμνος τί πλῆθος, εἰς ταύτο συγκεφαλαιοῦσθαι. οὐκ ὀρθῶς δὲ λέγεται καὶεἰ ἀθρόα γίνεται μεταβολὴ καὶ ἄχρονος, γίνεσθαι καὶ κίνησιν τοιαύτην. εἰ γὰρ κατ' εἴδος γί-νονται, ἀκίνητοι παρουσίαι εἰδῶν. μεταβολαὶ μὲν ἄχρονοι ἔσονται. κινήσεις δὲ, οὔ. ἀλλ' οὐδὲνεργειων. καὶτοῦτο ὀρθῶς ὑπολαμβάνουσιν, ὡς εἷς ἐστιν ὁ λόγος τῶν κινήσεων ἢεἰ ἄχρονός ἐστιν ἐνέργεια, ἄχρονον εἶναι καὶ κίνησιν ὡσαύτως. καὶ γὰρ ἡ μὲν ἐνέργεια, κατὰ τὴνἀκίνητον εἴδους παρουσίαν καὶ τελειύτητα, ἔστηκεν ἡ αὐτὴ. ἡ δὲ κίνησις, πρόεισιν ἀεὶ,ἕως ἂν εἰς τὴν ἐντελέχειαν ἀφίκηται. καὶ τὸ ποσὸν δὲ ἐπὶ τῆς κινήσεως, οὐ κατὰ τὸ πλή-θος τὸ διηριθμημένον ληπτέον. οὐ γὰρ ἔχει συνέχειαν τὸ τοιοῦτον, ἀλλὰ μᾶλλον κατὰ τὴν διέξοδον, παραπλήσίως τῆ διαστάσει τοῦ σώματος. εἰ οὖν ποσή ἐστιν ἡ κίνησις, εἰς ἰδιον γένοςοὐ δύναταιτάττεσθαι. ἀλλὰ ταῦτα μὲν ἀρκούντως. τινῶν δὲ λεγόντων, ὅτι διατοῦτοοὐκ ἔθετο γένος τὴν κίνησιν καὶ τὴν ἐνέργειαν ἐν ταῖς κατηγορίαις ὁ ἀριστοτέλης, ὅτι ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται, τῶ τὴν μν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ. τὴν δὲ
Einzelbild herunterladen
verfügbare Breiten