στῶσα, πληθύνεται κατὰ τὸ πάλιν καὶ πάλιν. ὥσπερ τὰ κατ' ἀριθμὸν προιόντα. ὅλως δὲἀτελης ἡκίνησις λέγεται παρὰ τοῖς ἀρχαίοις, πρὸς ἀντιδιαστολὴν τῆς ἐνεργείας. οὐ δὲγὰρ ἐνέργεια, ἀλλ' ἐντελέχεια ἀτελης εἴρηται. διό τι ἡ μέν ἐστιν ἐντελέχεια, συνοχὴκατὰ τὸ εἶδος τῆς τελειότητος. ἡ δὲ ἀπὸ τοῦ δυνάμει κινητοῦ, εἰς τὸ εἴδος ἀναγωγὴ. ἥτιςκίνησις οὖσα, ἀτελὴς ἐντελέχεια λέγεται προστὴντηςτελείας ἐντελεχείας ἀντιδιαστοωνλην. οἷον ἡ μὲν τόρευσις καὶ χαλκεία τοῦ ἀνδριάντος, κίνησις καὶ ἀτέλης ἐντελέχεια. τὸ δὲεἶδος αὐτοῦ καὶ αὐτὸς ὁ ἀνδρίας, ἡ τελεία ἐντελέχεια. καὶ διατοῦτο τὴν κίνησιν ὁ ἀριστο-τέλης ὡρίσατο, ἐντελέχειαν τοῦ κινητοῦ ἡ κινητὸν. τοῦτέστιν, ἐν ἀτελεῖ ἀεὶμένου-σαν ἐντελέχειαν. ἥτις κεχώρισται τῆς ἐνεργείας. οὐ μὴν οὐδὲ ᾶσα κίνησις ἐστιν ἀτε-λὴς. ἀλλ' εἰ ἄρα ἡ ἀρχὴν ἔχουσα καὶ πέρας. διόπερ ἡ τὴν οὐρανοῦ, οὐδαμῶς ἐστιν ἀτελὴςἀεὶ ἐντελει οὖσα. ταράττει δὲ τὸν παρόντα λόγον, τὸ ἐνεργεία συγχεόμενον εἰς τὴν ἐνέρ-γειαν. τὸ γὰρ ἀπὸ τοῦ δυνάμει μεταβάλλον εἰς ὁ ἡδύνατο, τοῦτο ἐνεργεία λέγεται, ἄντε εἶ-δος ἧ, ἄντε πάθος, ἄντε ἠρεμία. ὁ μὲν γὰρ χαλκὸς, ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργεία προί-ὧν καὶ γενόμενος ἀνδριὰς, εἰς εἶδος τελειοῦται. τὸ δὲ θερμαντὸν ὅταν θερμανθή, εἰς πάθος προῆλθε. καὶ τὸ ἐνεργεία τῆς κινήσεως γίνεται ἠρεμία, ὅταν εἰς ταύτην τελειωθῆ.διαφέρει δὲ τὸ ἐνεργεία τῆς ἐνεργείας. καθόσον τὸ μὲν ἐνεργεία, πρὸς τὸ δυνάμει ὑφί-σταται. ἡ δὲ ἐνέργεια, καθ' ἑαυτήν ἐστιν. εἴποι δ' ἄντις οἶμαι, ὅτι κᾶν πρὸς τὸ δυνά-μει λέγηται τὸ ἐνεργεία, οὐδὲ τὸ ἐνεργείακίνησιν ἐμφαίνει, ἀλλὰ καὶ τὴν τοῦ πρότερον ὄν-τος ἀτελοῦς τελειότητα. ὁ δὲ πλωτῖνος, οὐ δὲ τονῦ κίνησιν ἀ-ἢ συγχωρεῖ εἶναι. οὐτελειοῦσθαι φησὶν αὐτὴν, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο. οἷον, τὴν βάδισιν ἐξ ἀρχῆςμὲν εἶναι βάδισιν. εἰ δὲ ἔδειστάδιον βαδισαι, οὔπω δὲ ἦν τοῦτο διανύσας, οὐ τῆς βαδισεως, οὐδὲ τῆς κινήσεως ἐστι τὸ ἐλλεῖπον, ἀλλὰ τῆς ποσῆς βαδίσεως. βάδισις γὰρ ἦνκαὶ κίνησις ἤδη, κᾶν ὁ ποσηοῦν. ὁ δὲ ἰάμβλιχος ὑπαντῶν πρὸς αὐτὴν, οὐχ ἡ κινητὸν φη-σι λαμβάνεις τὸ ἔργον τῆς κινήσεως, οὐδὲ πρὸς τὴν δύναμιν αὐτὸ συνάπτεις, ἐπεὶ κα-θὸ κινητὸν οὔπω ἐστιν ὅλον. οὐδὲ τὴν ἐντελέχειαν οὖν ὡς κινητοῦ λαμβάνεις. καὶ λέγει οἱμαι καλῶς. τοιοῦτον γάρτι δοκεῖμοι πάσχειν. οἷον, εἴτις καὶ τὸ ἀτελες αὐτὸ τέλειον λέ-γοι, ὅταν ἀτελὲς ἡ κατὰ τὴν ἀτέλειαν θεωρουμένον, οὕτως δὲ καὶ ἡ κίνησις ἀτελής ἐστιν. ὅτι μέμικται αὐτῆς ἡ φύσις, ἔκτε τοῦ δυνάμει καὶ ἐντελεχεία, ἐξ ἀορίστου γεγονὸς καὶ ὡρισμένοε,ἀμόρφουτε καὶ εἴδους, καὶ μὴ ὄντος ὁμου καὶ ὄντος. ἐξ ὧν δῆλον γίνεται, ὡς οὐδὲν κινητὸν κι-νήσει πρὸς τὴν καθαραν ἐνέργειαν. αὕτη γὰρ καθαρά ἐστι πάσης ἀπείρου καὶ ἀορίστουσυμμίξεως, καὶ ὑπερέχει τῶν τοιούτων. ἐπεὶ δὲ τοῦ κίνησιν ἐδόκει τοῖς ἀπὸ τοῦ περιπάτουεἰς τὸ ποσὸν ἀνάγειν, βούλεταιὁ πλωτῖνος εἰς τὴν ἐνέργειαν αὐτὴν ἀνάγειν. ἵνα ὡς ἡ ἐνέρ-γεια ἐστιν οὐ ποσὸν, οὕτως καὶ ἡ κίνησις οὐ ποσὴ οὖσα ἀποδειχθῆ. καὶ ὅτι μ ποσὸν ἡ κίνη-σις, δῆλον. οὐκ ἐκ τοῦ ἐν χρόνω εἶναι, τοῦτο γὰρ κατὰ συμβεβηκος ὑπάρχει αὐτῆ, ἀλλ' ἐκτῆς διαστάσεως αὐτῆς καὶ καθὸ ἑτερότης ἦν, ὥσφη πλάτων καὶ ἀνομοιότης. μέχριμταυτόν ἐστι, πάντως ἠρεμεῖ. καθὸ δ ἂν λάβη τὴ διαφορᾶν, κεκίνηται. ἐπεὶ οὐν τὴνμὲν ἠρεμίαν ἐν, τὴν δὲ κίνησιν πολλὰ ἀναγκαῖον εἶναι, ποσόν ἐστιν ἡ κίνησις. ἐνέργειαδὲ ὅτι μὲν οὐ πᾶσα κίνησίς ἐστι, πρόδηλον. οὐ γὰρ δὴ καὶ ἡ τοῦ νοῦ ἐνέργεία ἀκίνητοςΟ δ
Einzelbild herunterladen
verfügbare Breiten