ρου εἰς ἕτερον κίνησις, οὐδέ τερόν ἐστι τῶν ἄκρων. συμμέμικται δὲ ἐξ ἀμφοῖν. ἡ δὲ ἐνέρ-γεία ἄμικτος οὖσαπαντελῶς, καὶ καθ' ἓν τῶν ἐναντίων ἴσταται, οὐδὲν ἀναπιμπλαμένη τῆς ἐναντίας φύσεως, πῶς δύναται εἶναι γένος ἡ ἐνέργεια τῆς κινήσεως. κᾶν λέγοι δὲ, χρόνω μὲν ἀντιπαρατείνειν τὴν κίνησιν, ὡς ἂν διαστατὴν οὖσαν, αίῶνι δὲ τὴν ἐνέρ-γειαν ὡς ἀδιάστατον ὑπάρχουσαν, καὶ ὁμοῦς ὅλην ἐν τῶ νῦν παροῦσαν, οὐδὲ οὕτως ἂν εἴητίς τῶν αἰωνίων καὶ τῶν ἐν χρόνω ὁμογενὴς φύσει. ἔτι μᾶλλον, ἡ μὲν ἐνέργεια ἀκίνητοςπρουπάρχει, τὴν ἀρχὴν καὶ τὸ τέλος ὁμοῦ τῆς κινήσεως ἐν μιᾶ λρεμία συνέχουσα. ἡδὲ κίνησις ἐνδιεξόδω τῆ κατ' ἀριθμὸν προϊούση, ἡ διακριθείη. ἀλλ' ἔοικε φησὶν ὁ πλω-τῖνος, ταῖς μὲν καθαρωτέραις δόξαις περὶ τῆς ἐνεργείας μὴ συνομολογεῖν. ἐπ' ἐκείνηνδὲ ἀποφέρεσθαι τὴν ἔννοιαν, καθ' ἣν κατὰ τὸ κινεῖσθαι τινὲς τὸ ἐνεργεῖν ἀφορίζονται. καὶ ταυτὸνὑπολαμβάνουσικίνησιν τὴν κατὰ τὸ κινεῖσθαι καὶ ἐνέργειαν. ὅπολλοῦ δεῖ ἀληθὲς εἶναι.ἔτι δὲ δεῖ πείθεσθαι θεοεράστω. τούτω μὲν γὰρ δοκεῖ μὴ χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργεὶας. εἶναι δὲ τὴν μὲν κίνησιν, καὶ ἐνέργειαν, ὡς ἂν ἐν αὐτῆ περιεχομένην. οὐκ έτι μέντοι καὶ τὴνἐνέργειαν κίνησιν. τὴν γὰρ ἑκάστου οὐσίαν καὶ τὸ οἰκεῖον εἴδος, ἐνέργειαν εἶναι ἑκάστου, μὴοὖσαν ταύτην κίνησιν. καὶ γὰρ ἡ τελειότης, καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινήτοις εἶναιοὐκ εκώλυται. εἰσὶ δὲ καὶ ἐν τοῖς αἰσθητοῖς πολλαὶ τοιαῦται. οἷοκαὶ τὰὸ σχῆματ' ἀνδριᾶντος. ἔστηκε δὲ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τελειότητα. εἰ δὲ εἰς τοσοῦτον προέχει ἡ ἐνέργεια τῆςἰνήσεως, οὐκ ἔδει συνάπτειν αὐτὰς. οὐδὲ τὸ ἕτερον τὴν ἑτερτο γένος ποιεῖν. εἰ δέ τις τὴνμὲν ἐνέργειαν τὸ κινεῖσθαι φησ προβάλλειν κατὰ τὸ συντετάχθαι πρὸς τὸ αὐτὸ, τὸ δὲ ἐνεργεία κατὰ τὸ σχῆμα τοῦ ἀνδρίαντος, καὶ τὴν ἑκάστου ἐντελέχειαν ἱστάμενον πρὸς τὸ δυνάμει λέγεσθαι ἐξηρημένον αὐτοῦ, ἀλλ' οὐχὶ τῆς κινήσεως τὴν ἐνέργειαν, ἀγνοει οὗτος. ὅτι τὸ μὲν ἐνερ-γεία, ἀντιτίθεται πρὸς τὸ δυνάμει, καὶ τοῦ ἀτελοῦς ἐστι τελειότης. σχέσιν τὲ πρὸς τὸ ἐναν-τίον προσείληφεν. ἡμέντοι ἐνέργεια, αὐτη καθ' ἑαυτήν ἐστιν ἀπολύτως, πρὸς οὐδὲνἐνάντίον λεγομένη. ἥτις καὶ τῶ ἑνεργεία ὄντι, παρέχει τὴν τελειότητα. πολλοῦ ἄραδεῖ ἐνέργεια μὲν εἶναι τὸ σχῆμα, ἐνεργεία δὲ μὴ ὑπάρχειν. ὅλως γὰρ οἱ τοῦτο λέγοντες,τὸ καθαρὸν γένος οὐκ ἴσασι τῆς ἐνεργείας. οὐδὲ τὸ χωριστὸν ἀπὸ τῆς κινήσεως. οὐδὲ τὸπρότερον των ἐνεργεία. καὶ οὐδὲ τοῦτο ἀναμιμνήσκονι. πῶς λέγομεν ἐνεργείας τὰς νοήσεις, τὸ ἀμερὲς αὐτῶν τῆς γνώσεως, καὶ ἅμα. καὶ ἐν τῶ νῦν. καὶ ἐν τῶ ἤδη ἀθρόον, καὶ τὰ τοι-αὗτα παριστάντες. ὅπερ γὰρ ἐν τῶ χρόνω τῶ νῦν ἐστι, τοῦτο νοεῖσθαι τὴν ἐνέργειαν ἐν τῆκινήσει. καὶ τὴν μὲν καθαρᾶν ἐνέργειαν, κινήσεως ἐκτὸς εἶναι. ἀπ' αὐτῆς δὲ ἄλλας ἐνεργείαςπροιέναι, αἴτινες οὐκ ἄνευ κινήσεως θεωροῦνται. ὥσπερ τὴν φαντασίαν καὶ τὴν αἰσθησινλέγομεν. κατὰ μὲν τὸ πάθος, κινήσεις εἶναι. κατὰ δὲ τὸ εἶδος, ἐνέργειαν. καὶ οὕτως, τὰς μὲν,ἀχωρίστους τῶν κινήσεων εἶναι. τὰς δὲ, χωριστὰς. ἀχωρίστους μὲν, ὅσαι τελειωτικαὶ τῶνκινήσεων προηγούμεναι αὗται, καὶ προάγουσαι αὐτὰς εἰς ἐνέργειαν. χωριστὰς δὲ, ὅσαιμόνοει δεῖς ἦσαν, καὶ παντελῶς ἀκίνητοι. μέχριμὲν οὖν τούτων, ἀνάσχοι τὸ ἄντις τῶν οὔ-τω τὰς ἐνεργείας καθελκόντων. διότι καὶ εἴδη τινὰ ἦν ἔνυλα, μέθ ων καὶ αἱ ἔνυλοιἐνέργειαι συνεῖναι ἐμφαίνονται. τῶν δὲ προσωτέρω προχωρούντων καὶ καθελκόντων αὐ-τὰ ἐπὶ τὰς κινήσεις, οὐδαμῶς ἄντις ἀνάσχοιτο. οὐδὲ τῶν τιθεμένων τῆς κοινῆς λεγοΟ γ
Einzelbild herunterladen
verfügbare Breiten