ὅλον δι' ὅλο κινοῦντε ἔσται καὶ κινούμενον. καὶ τὰ ἀξιώματα τὰ περὶ κινήσεως, ἀναιρεθή-σεται πάντα, ὡς ἀπότινος ἡ κίνησις πρόεισι καὶ περί τι. καὶ ὡς ἄλλητίς ἐστιν ἡ ἀρχὴ τῆς κι-νήσεως, καὶ ἄλλη αὐτὴ ἡ κίνησις, ὡς ἀπὸ τῆς ἀρχῆς ἀποτελουμένη. ἐφων δὲ χωριστάἐστι τὰ αἰτια τῆς κινήσεως, πολὺμᾶλλον ἀναιρεθήσεται. δεῖουν μὴ ἐκείνων ἀποσφάλλεσθαι, τὰς τὴν ἀρχὴν τῶν γενῶν διαιρομένας ἀληθεῖς δόξας, καὶ διακρινούσας ἑκά-στὴν ἡ πέφυκεν. εἰ γὰρ δεῖ καὶ συμμικτόν τινα τὴν κίνησιν ὑπονοεῖν, ἔκτε τῆς τοῦ ποιοῦντοςἐνεργείας καὶ τῆς τοῦ πάσχοντος τροπῆς, οὐκ ἔστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀμίκτοις αὕτη ἡ γένε-σις. συμμικτος δὲ οὖσα ἐκτέ τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος, ἀποβληθήσεται εἰκότως τῶνπρώτων γενῶν ὡςδευτέρα. καθάπερ καὶ τὰ ἄλλα σύνθετα πάντα. οὐδεῖ οὖν συγχω-ρεῖν, ὡς ἡ κίνησις περιέχει τὰς ποιήσεις καὶ πείσεις, καὶ συνάπτει αὐτὰς πρὸς ἀλλήλὰςκατὰ μίαν συνέχειαν. οὐδὲ ὅτι κοινωνεῖ τῆς οὐσίας πρὸς ἀμφοτέρας. ἢ ὅτι μερίζεται εἰςαὗτὰας. καὶ τὸ μὲν, ἀποφαίνει ποίησιν τῶν ἐν αὐτῆ. τὸ δὲ, πάθος. κατὰ τπάντας γὰρ τούτουςτοὺς τρόπους, κοινόντι γίνται ἡ κίνησις τοῦ ποιεῖν καὶ πάσχειν. κίνησις δὲ τοῦ ποιοῦντος καὶ πά-σχοντος κεχώρισται, ὡς μέση οὖσα ἀμφοτέρων. καὶ ἀπὸ μὲν τοῦ ποιοῦντος, προοῦσα. εἰςδὲ τὸ πάσχον ἐναπεργαζομένη τὸ πάθος. ὡς οὖν τὸ κινοῦν καὶ κινούμενον δύο ὑπάρχει,οὕτως καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον διχῆ διώρισται. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς πορ-φύριον, ἤτοι τὰς ἀπ' αὐτοῦ παρατεθείσας δόξας ἀντειρημένα. ὁ δὲ μέγας πλωτῖνοςπαραιτεῖσθαι φησὶ τὴν ἀριστοτέλην τὴν κίνησιν ἐν γένει τιθέναι, διὰ τὸ ἀτελῆ λέγεσθαιῖ ει δτὴν κίνησιν ἐνέργειαν. εἴ δὲ τοῦτο φησὶν, οὐδὲν ἐκώλυε τον ὲν ἐνέργειαν προτάττειν. ὡς ἐνδὲ εἴδος τῆς ἐνεργείας, ἀτελῆ οὖσαν ἐνέργειαν τὴν κίνησιν ὑποβάλλειν. πρὸς δὴ ταῦ-τὰ ἀντιλέγων οἰάμβλιχος, τὴν ἀρχὴν φησ κατίδωμεν, εἰ οὕτως λέγεται ἀτελῆς ἐνέργειαηκίνησις, ὡς ἐν τῆ αὐτῆ φύσει ὑφειμένη. ἡ μᾶλλον ὡς ἐξισταμένη εἰς πάντη καταδεεστέραν φυσιν. καὶ γὰρ εἰ μὲν οὕτως λέγοιτο ἀτελῆς, ὡς ἐν τῆ αὐτηφύσει ὑφειμένη, οὐδὲνκωλύει, τὴν μὲν ἐνέργειαν, ὡς γένος προτάττειν. ὑποβάλλειν δὲ ὡς εἴδος τὴν κίνησιν. εἰδὲ εἰς ἄλλο γένος ἐξίσταται, οὐ δύναται γένος αὐτῆς εἶναι ἡ ἐνέργεια. εἰ οὖν ἡ μὲν κίνησις ἐπὶτὸ τέλος σπεύδει, ὡς ἕνεκα αὐτοῦ γινομένη, καὶ μηδέπω αὐτὸ ἐν ἑαυτῆ ἔχουσα, ἡ δὲἐνέργεια, κατὰ τὸ τέλος ἔστη κε πλήρης οὖσα ἑαυτῆς, καὶ τῆς οἰκείας τελειότητος, οὐκ ἄἂντὸ τελειότατον πρὸς τὸ ἐπειγόμενον εἰς τελείωσιν, ἔχει τινὰ κοινωνίαν φύσεως. καὶ εἰ ἡμὲν ἐνέργεια τὸ εἴδος ἐν ἑαυτητέλειον ἔχει, ἡ δὲ κίνησις ὁδεύει πρὸς τὸ εἴδος, δυνάμειμόνον ἔχουσα αὐτὸ καὶ κατὰ ὑλικὴν καὶ ἀνείδεον ἐπιτηδειότητα, δῆλον καὶ οὕτως ἔσται τὸεἰρημένον. πάλιν, εἴπερ ἡ μὲν κίνησις ἐνδιεξόδω θεωρεῖται καὶ συνεχεία, εἰς ἀεὶ συνεχηδιαιρετὴ οὖσα ἐπ' ἄπειρον, ἡ δὲ ἐνέργεια καθ' ἓν πέρας ἴσταται, αὐτῆ ἀφ' ἑαυτῆς ἑ-χουσα τὸ εἶναι, καὶ ἅμα τὸ ἐν πὰν συλλαβοῦσα καθ' ἑαυτὴν, οὐκ ἄν οὐδὲ οὕτω γένος εἶητῆς κινήσεως ἡ ἐνέργεια. καὶ εἰ ἡ μὲν κίνησις μεριστὴ καὶ ἄπειρος καὶ ἀόριστος, ἡ δὲ ἐνεργεια ἀ-μέριστος, καὶ πέρας καὶ ταυτότητα ἔχουσα, πῶς ἂν εἴη τοῦ ἑτερου γένους τὸ ἕτερον. εἰ δὲκαὶ ἡ μὲν κίνησις συμμεμιγμένην ἔχει τὴν ὑπόστασιν πρὸς τὸ ἐναντίον, καὶ ἀπὸ τοῦ ἐναντίθμεταβαίνει ἀεὶ ἐπὶ τὸ ἐναντίον, ὡς ὅταν ἐκλευκοῦ μέλαν γίνηται. ἡ γὰρ ἀπὸ τοῦ ἑτέ-
Einzelbild herunterladen
verfügbare Breiten