τὴν ἔτι γινομένην ἐνέργειαν σονται. ὥσπερ ἡ ποίησις τὸ πεπαυμένον μᾶλλον, καὶ τὸ ἀπο-τελεσμα τοῦ ποιοῦντος. ἀλλ' εἰ τὸ ποιεῖν τὸ ἐνεργεῖν παρίστησι, δια τί τὸ γένος οὐκ ἐνέργει-αν μᾶλλον τίθεμεν, ἀλλὰ τὸ ποιεῖν. εἰ δὲ καὶ ἡ ἐνέργεια διατοῦτο οἰκειοτέρα τῆς ποιήσε-ως, διότι τὸ κατὰ κίνησιν ἐμφαίνει, ἀλλ' οὐτὸ μετὰ τὴν κίνησιν ὥσπερ ἡ ποίησις, ἔδεικί-νησιν θέσθαι ἓν γένος ἐν ταῖς κατηγοριαις. ὥσπερ ιτὰὸ τὰ ἄλλα περὶ τὴν οὐσίαν, οὕτω καὶἡ κίνησις, ἐν ἡ καὶ τὸ ποιεῖν καὶ τὸ πασχειν ἐστιν. ἄμφω γὰρ ἐν κινήσει. ἀλλ' οἱ ταῦτα λέγον-τες, ὥσπορ πλωτῖνος, οὐ ταῖς ἀριστοτέλους ὑποθέσεσι προσχρῶνται. ἐκεῖνος γὰρ τὸπρώτως ποιοῦν καὶ κινοῦν, ἀκίνητον εἶναίφησι. δια τοῦτο καὶ τὸ ποιεῖν παρ' αὐτῶ κεχώρι-σται τοῦ πάσχειν. καὶ οὐχ ὑφ' ἓν ἄμφωτέτακται γένος. ὥστε οὔτε εἰς ἓν ἄμφω ταῦταἀνάγειν χρὴ, ἀλλὰ δύο ἀφορίζεσθαι, ὥσπερ καὶ ἀριστοτέλης αὐτὰ χωρὶς διέστησεν. οὕτωςα οὐνο βοηθὸς καὶ ἰάμβλιχος πρὸς τὴν ἀπορίαν ἐνέστησαν, τὴν ἐν γένος ἀξιούσαν τὴν κί-νησιν τοῦτε ποιεῖν καὶ τοῦ πάσχειν προυποτίθεσθαι. πορφύριος δέ φησιν ἔντισι δο-κεῖ τὴν κίνησιν ἐπί τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν μίαν καὶ συνεχὴ εἶναι, ὡς ἐπὶ τῶν κατὰ πλη-γὴν κινήσεων. οἷἱ ῥίψεως καὶ ὥσεως. οἷα γὰρ ἡ τοῦ ῥιπτοῦντος τὸ ξύλον κίνησις, τοιαύτηκαὶ ἡ τοῦ ῥιπτομένου. καὶ οἱα ἡὥσις τοῦ ὡθοῦντος, τοιαύτη καὶ ἡ τοῦ ὡθουμένου. διὸ καὶμία καὶ συνεχῆς ἑκατέρα. τὸ δὲ εἶναι, οὐτὸ αὐτὸ ἔχει πρὸς τὸ πλῆττον καὶ τὸ πληττό-μενον. ἀλλὰ τοῦ μὲν πληττομένου, πάθος γίνεται. τοῦ δὲ πλήττοντος, ποίησις. καὶ οὕτως τὸποιεῖν καὶ πάσχειν οὐκ ἔστιν ἁπλῶς ἑνὸς γένους τῆς κινήσεως, ἀλλ' ἔχει διαφοράν.ταύτην δὲ τὴν τῆς ἀπορίας λύσιν, αἰτιάται ὁ ἰάμβλιχος, ὡς πορρωθεν ἀναγομέ-νην, καὶ μὴ ἀπὸ πάνυ γνωρίμων προϊοῦσαν. μήποτε ἀπὸ τῶν δοκούντων ἀριστοτέλει.οὐ γὰρ εἰ ἡτίς ποίησις οὕτως ἔχει, ἤδη καὶ πᾶσα. οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαιποιήσεων. λέγω δὴ τῶν κατὰ πληγὴν καὶ ωσιν. οὐδὲ τοῖς στωκοῖς συγχωρεῖν περὶ οὐ διατε-λοῦμεν αὐτοῖς διαφερόμενοι. ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἄψει. βέλτιον γὰρλέγειν, ὡς οὐ πάντα πελάσει καὶ ἄψει ποιεῖ, ἀλλὰ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ποιοῦν-τος πρὸς τὸ πάσχον γίνται ἡ ποίησις. καὶ ὡς πολλὰ ἀναφῶς δρᾶ, ἅπερ ἅπάντες ἐπιστά-μεθα. καὶ ὅτι καὶ ἐφὧν δεόμενα ὁρῶμεν παραθέσεως τὰ ποιοῦντα, κατὰ συμβεβηκός γίνταιἡ ἐπαφη, διότι ἐν τόπω ἐστὶ τὰ μετέχοντα τῆς τοῦ ποιεῖν ἢ τοῦ πάσχειν δυνάμεως.τοιαῦτα γάρ ἐστι τὰ σώματα. καὶ τὰ μετέχοντα τῶν ποιητικῶν ἢ παθητικῶν δυνά-μεων. ἐφ ὧν δὲ οὐδὲν ἐμποδίζει διάστασις σωμάτων, ὥστε τὸ νν, ποιῆσαι, τὸ δὲ, πά-σχειν καὶ δέξασθαι τὴν τοῦ ποιοῦντος ἐνέργειαν, ἐπὶ τούτων ἀδιάστατος γίνται καὶ ἀκώλυτοςἡ ἐνέργεια, ὡς αἱ τῆς λύρας χορδαὶ συνέχουσι πόρρω ἀλλήλων διεστῶσαι. καὶ ὁ ἄφθὰςδέχεται πόρῥωθεντὸ τοῦ πυρὸς εἶδος. πολλὰ δὲ καὶ ἐφαπτόμενα οὐ ποιεῖ, ὡς ἡ ἔμ-πλαστρος, ἢ ἄλλότι τῶν ἰατρικῶν φαρμάκων, ἐπιτιθέμενα λίθω. εἰ οὖν καὶ ἁπτόμενα οὐποιεῖ πολλάκις καὶ μὴ ἀπτόμενα ποιεῖ, οὐκ ἔστι πλήγη καὶ ὥσις ἡ κυριωτάτη ποίησις.οὐδὲ ἐφων ὁρῶμεν τινὰ πλήττοντα, οὐδὲ ἐπὶ τούτων ἐστιν ἡ ἁφὴ αἰτία. ἀλλ' ἡ τῆς δυ-νάμεως συγγένεια. καὶ τότε τὸ κῦρος παρέχεται τοῦ ποιεῖν. εἰ δὲ τὴν αὐτὴν οὐσίαν τίς τοῦποιοῦντος λέγει καὶ τοῦ πάσχοντος, καὶ τὸ κινοῦν κινηθήσεται, καὶ τὸ κινούμενον κινήσει. καὶΟ β
Einzelbild herunterladen
verfügbare Breiten