Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

πάσχειν, κινηθείσης εἰς εἴδη πρὸς ἃ ἠδύνατο. τούτοις ἐπηκολούθησαν, τὸ ἐν χρόνω καὶ ἐντόπω, καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ γὰρ ποιῶν τίς, ἐν χρόνω ποιεῖ. καὶ κινεῖται κατὰ τόπον.καὶ ὁ πάσχων πολλάκις, ἐν χρόνω πασχει. καὶ κεῖται τὸ γινόμενον, ἡ ἔχει τί. Αποροῦ-σι δέ τινες, καὶ διὰ τί οὐ συνήψε τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἁπλαῖς κατηγορίαις, ἀλλὰμετὰξὺ περὶ ἀντικειμένων. καὶ προτερο. καὶ ὑστέρου. καὶ τοῦ ἅμα. καὶ κινήσεως. καὶ ἄλλωντινῶν μνημον εὖσας, οὕτως τὴν τοῦ ἔχειν διαίρεσιν ἐποιήσατο. Αλλὰ καὶ λύουσιν ἕτε-ροι καλῶς, ὅτι τὸ ἔχειν, τῶ ποῦ καὶ ποτε συντάξας, ὡς περὶ προφανῶν εἶπε, μη-δὲν ἄλλο δεῖν περὶ αὐτον λεγειν. ἀλλὰ μετάτας κατηγορίας βουληθεὶς ἐκεῖνα οἷς ἐχρή-σατο κατὰ τὰς τῶν πολλῶν ἐννοίας διαρθρῶσαι τεχνικώτερον, περί τε τῶν ἀντικειμέ-νων φημὶ, καὶ τοῦ προτέρου καὶ ὕστέρου καὶ τῶν λοίπων. ἐπειδὴ ὁμώνυμον τὸ ἔχειν ἦν.ἶνα μήτις οἰηθείη τῶν ὁμωνύμων αὐτῶν ἐν γένος τίθεσθαι, τὴν ὁμωνυμίαν τῶν ἔχεινεἰκότως ἐπὶ τῶ τέλει διεστείλατο. Αλλὰ πῶς φασὶν οὐ χὶ αἱ ἑξτελευταίαι κατη-γορίαι εἰς τὰς φθανούσαι ἀναχθήσονται. ἡ μὲν τοῦ ποτέ, εἰς τὸν χρόνον. οὗτος δὲ, εἰς τὸποσόν. ἡ δὲ τοῦ ποῦ, εἰς τὸν τόπον. καὶ οὗτος δὲ, εἰς τὸ ποσόν. ἡ δὲ τοῦ ποιεῖν καὶ πάσχειν,καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, εἰς τὸ προστι. ἔστι δὲ καὶ προσταῦτα σαφῆς ἐκ τῶν εἰρημένων ἡἀντίρῥησίς. ἄλλο γὰρ τὸ ἔντινι, καὶ ἄλλο ἐκεῖνο τὸ ἐν ὧ ἐστι τὸ ἔν τινι. εἰ δὲ τοῦτο, καὶ τὸ ἐν τό-πω διοίσει τοῦ τόπου, καὶ τὸ ἐν χρόνω τοῦ χρόνου. ἄλλα οὔν ἔσται γένη τοῦ ποῦ καὶ πο-τε, παρὰτὸν τόπον καὶ τὸν χρόνον. καὶ τὸ ποιεῖν δὲ καὶ πάσχειν ἐδείχθη πρότερον ἰδίαςὄντα φύσεις παρὰ τὰ πρός τι. ὥσπερ καὶ τὸ κεῖσθαι καὶ ἔχειν. καὶ γὰρ τὰ πρός τι, σχέ-σεις μὲν ἔχει διαφόρους. τὸ μὲν γὰρ κεῖσθαι, τινὸς πρὸς ἕτερον. τὸ δὲ ἔχειν, ἑτέρουπρός τι. αὐτὸ δὲ τὸ πρός τι, κοινὴν ἔχει τὴν πρὸς ἄλληλα σχέσιν. διώρισται ἄρα ἴδιαιςδιαφοραῖς ταῦτα τὰ γένη, καὶ οὐκ ἀνάγεται εἰς τὰ πρός τι. ἀλλὰ ταῦτα μὲν ἔστω κοινῶς.τε καὶ σποράδην ἠπορημένα τε καὶ λελυμένα. τὸ δὲ ἐντεῦθεν περὶ ἑκάστου διηυκρι-νημένως, τὰ προσήκοντα ζητήματα ἐπισκεπτέον. καὶ πρῶτον, ὅτι ἀκόλουθόν ἐστινεἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν, ἐντεῦθεν δῆλον. ὡς γὰρ μετὰ τὴν οὐσίαν ἦν ποσότης, καὶδιατοῦτο ἓν γένος ἐτέθη ἡ ποσότης. καὶ πάλιν μετὰ τὴν οὐσίαν περὶ τὴν οὐσίαν ποιότης,καὶ γέγονεν ἕτερον γένος ἡ ποιότης, οὕτως καὶ ἡ ἐνέργεια καὶ τὸ ποιεῖν, μετὰ τὴν οὐσίαν. καὶΑ ὶ εἶ αχρὴ καὶ κατα ταῦτα γένος τίθεσθαι μετὰ τὴν ὑπαρξιν τὴν ἐνέργειαν καὶ τὸ ταύτης συγγένες πα-θος, ἢ τὸ πάσχειν. ἀλλ' ἄρα τὸ ποιεῖν ἦν τίθεσθαι γένος, ἢ τὸ ποιοῦν, ἢ τὴν ποίησιν. ὥσπερκαὶ ἡ ποιότης ἦν γένος, καὶ τὸ ἀπ' αὐτῆς ποιόν. ἢ σύζυγα μὲν ὑπάρχει καὶ ἐνταῦθα, ποίη-σις. ποιεῖν. ποιοῦν. ἀλλὰ τὸ μὲν ποιοῦν, συμπεριλαμβάνει καὶ τὸ ὑποκείμενον, καὶ σύνθετονὑπόνοιαν ἔκτε τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἐμποιεῖ. ἡ δὲ ποίησις καὶ τὸ ποιεῖν, ἁ-πλούστερα, καὶ οὐδὲν συνθέσεως ἐφαπτόμενα. ὥστε οἰκοιότερα ταῦτα τοῦ ποιοῦντος εἰςγένους ἀφορισμόν. τούτων δὲ πάλιν τὸ ποιεῖν καὶ τῆς ποιήσεως προετίμησε, διό τι δι-ὡς λέγεται ἡ ποιότης. καὶ γὰρ ἡ ἐνέργεια ποίησις λέγεται, καὶ τὸ ἀποτέλεσμα τῆς ἐνερ-γείας. ὡς λέγομεν τὴν ὁμήρο ποιησιν. χρεία δὲ, οὔτ' ἀποτελέσματος, ἀλλὰ τῆς ἐνερ-γείας. ἣν τὸ ἐνεργεῖν σημαίνει μονοειδῶς. διὸ τὸ ποιεῖν ὡς γένος τίθεται. τὸ γὰρ ποιεῖν,