Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

χειν ὑποδήματα. ταῦτα δὲ ἕτερα τοῦ ἔχοντος ἐστὶ καὶ κεχωρισμένα τῆς οὐσίας αὐτοῦοὔτε κατ' οὐσίαν, οὔτε ὡς συμβεβηκότα αὐτῶ ὑπάρχοντα. ὥσπερ μελανία καὶχαροπότης. διαφορὰς δὲ εἰδο ποιοὺς τὸ ἔχειν, καθ' αὗτο μὲν οὐκ ἔχει. δύναται δὲ κατὰτὰς τῶν ἐχομένων διαφορὰς ἐπιδέχεσθαι τὴν διαίρεσιν. εἰ τὰ μὲν, ἔμψυχαειη, οἷονοἰκέτης καὶ βοῦς. τὰ δὲ, ἄψυχα, οἷον, μάτια ὅπλα. δύναται δὲ καὶ κατὰ τὴν διαφορὰν τῶν καθ' ἔχειν ἐπιδέχεσθαι τὴν διαίρεσιν. οἷον, εἰ ἐν ψυχῆ, ἔχει φάσι τὰςἐπικτήτους ἕξεις, ἐν σώματι τὰ περὶ σῶμα ἐπίκτητα. καθ' αὐτο μέντοι τὸ ἔχεινἔχεσθαι, οὐδε μία ἂν γένοιτο διαφορά. ἀλλ' ἐπεὶ καὶ πορφύριος καὶ ἰάμβλιχος τὸ ἐντῆ ψυχῆ ἔχειν παρέλαβον ἐπὶ τῶν ἐπικτήτων ἕξεων, ἐπιστήσοι ἄν τις μὴ ποτε ποιό-τη τες εἰσιν ἐκεῖναι, καὶ ποιὰ τὰ ἀπ' αὐτῶν, ὥσπερ καὶ τὰ μέλανίας ἐπικτήτου μέ-τέχοντα σώματα. οὐ γὰρ ὡς τὰ ὑποδήματα, οὕτως περίκεινται αἱ ἕξεις ἐν τῆ ψυχῆ,ἀλλὰ διαθέσεις τινές εἰσι περὶ αὐτὴν, αἱ μᾶλλον ἤττον αὐτὴν ἀλλοιώσασαι. ἐκδὴ τῶνεἰρημένων, λέλυνται αἱ τοιαῦται ἀποριαι. πῶς γένη εἰσὶν αἱ ἑξ κατηγορίαι, εἴπερ μὴ ἔστιναὐτῶν εἴδη. τὰ γὰρ γένη, πρὸς εἴδη λέγεται. καὶ εἰδῶν ἐστι γένη. ὅτι δὲ γένη εἰσιν αἱ κατηγορί-αι, αὐτὸς ἐδήλωσεν ἀριστοτέλης εἰπὼν. περὶ μὲν οὖν τῶν προτεθέντων γενῶν, ἰκανάταεἰρημένα. εἰ τοίνυν ἐστι καὶ τούτων εἴδη τινὰ ὡς ἐδείξαμεν, οὐκ έτι χῶραν ἔχει ἀπορί-α. κᾶν γὰρ γένη τὰ τοιαῦτα ἐστὶ, κατ' εἰδῶν λέγεται τῶν εἰρημένων. ἴσως δέ τις ἐἴοὐ χούτως λέγεται γένη ταῦτα, ὡς κατὰ πλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ τί ἐστικατηγορούμενα, ἀλλ' ὅτι μάλιστα σημαίνει τὰς διαφεροῦσας φύσεις, καὶ ἀλλήλων κε-χωρισμένας. ὡς λέγομεν καὶ ἐπὶ τῶν ἐπιστημῶν ἑκάστην αὐτῶν εἶναι περί τι γένος ἀφωρισμένον, ἴσὸν λέγοντες περί τινα φύσιν τῶν ἄλλων κεχωρισμένην. διὸ καὶ κατηγορί-ας αὐτὰς ὀνομάζει. Πάλιν δὲ ἀντιλέγουσι τινὲς τὸ ποιεῖν καὶ τὸ πάσχειν πρὸς ἄλληλαλέ-γεσθαι, βουλόμενοι καὶ εἶναι καὶ μὴ εἶναι πρός τι. ἀλλὰ μὴ ἰδίας τινὰς κατηγορίας ὡςἀριστοτέλης φησίν. Οὐκ ὀρθῶς δὲ λέγουσιν. οὐ γάρ ἐστιν αὐτοῖς τὸ εἶναι ἐν τῆ πρὸς ἄλληλα σχέσει. οὐ γὰρ ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν σχέσει μόνον ὑφέστηκεν, ἀλλ' ἔστι καὶγινόμενοντι ὑπ' αὐτῶν. καθὸ τὸ μὲν, ποιούν ἐστι. τὸ δὲ, πάσχον. εἰ δὲ καὶ δοθειη πρὸςἄλληλα λέγεσθαι τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ' οὔτι γε τὰ κατὰ μέρος. οὐ γὰρ δὴ τὸ περὶ πατεῖν τρέχειν πρός τι, καίτοι ποιονὄν. οὐδὲ γὰρ γραμματικὴ πρόςτι ἣν. ἐπεὶ ἐν ἐπιστῆ μη αὐτῆς τὸ γένος τῶν πρός τι ὄν. ὅλως δὲ κατὰ πάντος μὲν ἐνεργοῦντος, τὸ ποι-εῖν λέγεται. οὐπᾶσα δὲ ἐνέργεια πρὸς πάσχον. οὐδὲ γὰρ αἱ ἀπόλυτοι ποιήσεις. οἷοντὸ λέγειν καὶ τρέχειν καὶ ἀναγινώσκειν, καὶ τὰ τοιαῦτα. ὥστε οὐκ ἂν εἴη τὸ ποιεῖν ἅπαντῶν πρόςτι. κᾶν γὰρ πάσχη τί τὸ ἔδαφος ὑπὸ τοῦ περιπατοῦντος, ἀλλ' οὐ κατὰ τοῦτολέγεται τὸ περιπατεῖν ποιεῖν, ἀλλὰ κατὰ τὴν τοιάνδεκίνησιν. ὁμοίως δὲ καὶ τὸ ἀλ-γεῖν, μελαίνεσθαι, λευκαίνεσθαι κατὰ τὸ οὕτως ἔχειν. ὡς γὰρ τὸ μὲν κοινῶς ἐναντίον πρός τι, ἕκαστον δὲ αὐτῶν ὑπὸ τὸ οἰκεῖον γένος, οὕτω καὶ τὸ ποιεῖν καὶ τὸ πάσχεινκᾶν πρὸς ἄλλη λαλέγηται, οὐκ ἤδη ἂν εἴη καὶ τὰ ὑπ' αὐτὰ πρός τι. ἐπείουν μητε ὑπὸτὰ πρός τι ἐστι, μητε ὑπό τινα τῶν ἄλλων κατηγοριῶν, ἴδιαι ἂν εἶεν κατηγορίαι.