Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἢ μέλαν, ἢ φαιὸν, ἢ ξανθὸν, ἢ τί τοιοῦτον. ἀλλὰ μόνον εἰς λευκὸν καὶ μέλαν, διαιρεῖν. τὰ δὲἄλλα συνθέσεις λέγειν. νῦν δὲ ἀντιδιαιροῦ μὲν καὶ ἀντίτίθεμεν. ὅτι κᾶν μίξις ἡ τῶν ἄκρων,οὐκ ἔστι παράθεσις, ἀλλὰ κράσις ἄλλην ἀποτελέσασα ἐκ τοῦ κράματος ποιότητα. τῶοὖν ἄλλην τινὰ ἐπὶ τῶν μεταξύ γεγονέναι, κᾶν ἐκ συνθέσεως θεωρῆται, οὕτως ἀντι τίθε-μεν. ταῦτα δὲ λέγοντες, τὸ μὲν ἄλλην γεγονέναι τὴν μέσην ποιότητα τοῦ χρώματος συγχωροῦσι καὶ οἱ μετ' αὐτὸν. τὸ δὲ ἐκκράσεως αὐτὴν ἢ συνθέσεως ἄλλην θεωρεῖσθαι, οὐκέτι ὁμολογοῦσιν. οὐ γὰρ οὗτος φησὶν ὁ τρόπος τῆς τῶν ἀσωμάτων ποιοτήτων οὐσίας. ἀλλ' ἀσώματα μὲν μιγνύμενα, ἢ κεραννύμενα, ἢ συντιθέμενα, δύναται ποιεῖν διάφορα σώμα-τα. τὸ γὰρ σύνθετον καὶ σύμμικτον γένος ἐνωπεριέχει τὴν φύσιν κατὰ τοῦτο ἐναλλαττόμενον,διάφορον ἑαυ τοῦ καθίσταται. τὸ δὲ μήτε ἐν συγκράσει μητε ἐν συνθέσει ἔχον τοεἶναι,ἁπλὴν δέ τινα οὐσίαν ἀσωμάτου προειληφὸς κατὰ μίαν ποιότητάπου, τοῦ τει ἄρδηνἂν διάφορον πάθη ἀπὸ συγκράσεως ἡ συνθέσεως. ὥσπερ οὐδὲ τὸ ἀμέριστον ὑπὸ τοῦ μεριστοῦ. ἀλλ' ἐπειδὴ τὸ μὲν λευκὸν τῶ μέλανιεἴπεν ἐναντίον, τῶ δὲ πυρῥῶ καὶ ὧχρῶ μηδὲνεἶναι ἐναντίον, ἄξιον ἂν εἴη προλαβόντας ὀλίγον ἐπισκέψασθαι τὸν ὅρὸν τῶν ἐναν-τίων, καὶ τίνα ἔχει τὴν ὀρθότητα. ἀπὸ γὰρ τούτου, τά τε περὶ τῶν ἐναντίων θεωρήματα, καὶ τὰ περὶ τῶν χρωμάτων νῦν εἰρημένα, εἰ ὀρθῶς εἴρηται μαθησομεθα. λέγται δὲ ἐναντία εἶναι, ἁπλεῖστον ἀλλήλων ἀφέστηκεν ὑπὸ τὸ αὐτὸγένος, ὡς τὸ μέλαν καὶ τὸ λευκόν.ἄμικτα γὰρ ταῦτα πρὸς ἄλληλα. τὸ δὲ φαιὸν καὶ ὡχρὸν καὶ πυρῥὸν καὶ τὰ τοιαῦτα, οὐ πλεῖστον ἀφέστηκε. διότι συμμέμικται ἀλλήλοις. ἐρωτὰ δὲ ὁ πλωτῖνος, πόθεν οὕτως ὁρίσασθαι τὰ ἐναντία. εἰ μὲν γὰρ ἀπὸ τῶν μέσων καὶ τῆς πρὸςταῦτα ἀποστάσεως, οὐ πρὸς τὰ ἀκραποιεῖται τὴν ἐναντίωσιν, ὥσπερ οὐδὲ τὴῦ ἀπόστασιν, ἀλλὰ πρὸς τὰ μέσα. καὶ πῶς τὰμέσα ἐρεῖ τε ἐναντία. οἷον ὑγείαν καὶ νόσον. εἰ δὲ κατ' αὐτὴν τὴν μορφὴν τὴν ἀπόστασιν λαμβάνετε, ὅταν μηδὲν ἔχωσι ταυτὴν κατὰ τὸ εἴδος, ἐν ἑνὶ ὄντα γένειφέρε εἰπεῖν τῶ ποιῶ, διὰ τί τὸξάνθον τῶ λευκῶουκ ἔσται ἐναντίον, οὐδεμίαν ἔχον ἐγγύτητα πρὸς τὸ λευκὸν, ὥσπερδοκεῖ τὸ φαιόν. πρὸς ἀαντι λέγοντες οὗτοι φησουσι, μὴ ἀπὸ τῶν μέσων τὴν ἐπὶ τὸ πλεῖστονἀπόστασιν παραδέχεσθαι τὰ ἄκρα. οὐ γὰρ διά τινος πορείας ποιεῖται τὴν ἀπόστασιτὰ ἐναντία ἀπ' ἄλλήλων. οὐδὲ οὕτως τὸ μέσον ὑπερβάντα καθίσταται ἑαυτοῖς εἰςἐναντίαν χώραν, ἀλλὰ κατὰ τοὺς λόγους αὐτῶν, καὶ τὰ εἴδη ἡ ἀπόστασις ἐστι. ταῖςἰδιότησιν οὖν προσεκτέον. εἰ αἱ μὲν, οὕτως ἔχουσιν, ὥστε ἀναιρεῖν ἀλλήλας. αἱ δὲ, τίνὰἐνεμφαίνουσιν ἐγγύτητα φύσεως πρὸςθάτερον τῶν ἐναντίων, ἢ ἔμφασιν τῶν ἄκρωντο ὶἢ τον μὲν, ὑφεσιν, τοῦ δὲ, ἐπίτασιν. ἢ ἄλλην τινὰ μεσότητα τοιαύτην. αἱ γὰρ οὕτως ἔχου-σαι, κατ' ἰδίαν κεχωρισμέναι εἰσὶν. ἄλλως μὲν αἱ ἄκραι. ἄλλως δὲ αἱ μέσαι. καὶ οὐ προητοῦνται αἱμέσαι, ἵνα περὶ αὐτὰς τὴν ἀπόστασιν λαμβάνωσιν αἱ ἄκραι. ἀλλὰ τοῦναντίοναἱ ἄκραι τῶν μέσων κυρώτεραί εἰσὶ πρὸς ἀπόστασιν. καὶ ἀπὸ τῶν ἄκρων τὰ μσα τὴνὅρον λαμβάνει. καὶ ἀπὸ τῶν ἐναντίων τὰ μεταξύ, ἢ κατὰ σύγκρισιν, ἢ κατὰ ἔμφασιν καὶ καθ'ὁμοιότητα, ἢ κατὰ παράθεσιν. ἢ κατὰ ἄλλον τρόπον. καὶ εἰ μὲν κατὰ μεταβολὴν, ἀπὸ τοῦ ἑτέρουἐναντίου, εἰς τὸ ἕτερον διὰ μέσου πρόεισιν ἡ γένεσις, ἐν ἣν λέγειν, ὡς διὰ τοῦ μέσου