ἐναντία παράγει. πλεῖσται δὲ ἐναντιώσεις εἰσὶν ἐν τῶ ποιῶ. διότι πολυει δεῖς εἰσὶν αἱποιότητες. δεῖ δὲ καὶ τὰς ἐναντιώσεις ἀνευρίσκειν προσφόρως, ἐφ' ἑκάστων χρωμέ-ί ι δνους ταῖς οἰκείαις δυνάμεσιν. ἐπὶ μὲν οῦν τῶν σωμάτων, διοτι αἰσθηταί εἰσιν αἱ ἐναν-τιώσεις, αἰσθήσει θηρευτεον αὐτὰς. τὰς δὲ τῆς ψυχῆς, λογισμῶ θηρευτέον. διό τι τούτωπεριληπταί εἰσὶν. εἰκότως δὲ τοῦτο τὸ περὶ τῶν ἐναντίων θεώρημα, τῶ περὶ τῆς ποιότητος συνέζευξε λόγω. διότι ὡς εἴρηται, πρὸς ποιότητα μάλιστα συγγενῶς ἔχει τὸ ἐναντίον. καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις, ἐναντία κατὰ τὸ ἐν ἑκάστη ποιὸν ἐγγίνεσθαι δοκεῖ.δεῖ δὲ τὰ ἐναντία λαμβάνειν, οὐ μετὰ τοῦ ὑποκειμένου. κοινὸν γάρ ἐστιν αὐτοῖς τὸ ὑποκείμενον. καὶ οὐκ έτι ὅλα ὅλοις ἀντικείμενα ληφθήσεται. οὐδὲ οὕτως ἔσται ἐναντία. ἀλλὰμόνον καθὸ ποιόν ἐστιν ἑκάτερον, κατὰ τοῦτο δεῖ θεωρεῖν αὐτὰ ὡς ἐναντία. ἔστι δὲ ποι-α, κατὰ τὸ ἔχειν ποιότητα. ὥστε κατὰ τὴν ποιότητα αὐτοῖς ἡ ἐναντίωσις. Αλλὰ δια τίτὰ μεταξύ, οὔτε ἀλλήλοις ἐστὶν ἐναντία, οὔτε τοῖς ἄκροις. ὅτι ἔσται ἑνὶ πλείον α ἀντικείμενα, καὶ οὐκέτι ἔσται ἓν ἑνὶ ἐναντίον, ἐὰν ἡ καὶ τὰ μεταξὺ ἐναντία. Ο δὲ πλωτῖνοςἀπορεῖ. μήποτε ποσῆ ποιότητι ἔστι τὶς ἐναντίωσις. καὶ γὰρ τὸ μέσον, τοῖς ἄκροις ἐστὶν ἐναντίον. μεσότης γὰρ οὖσα κατὰ ἀριστοτέλην ἡ ἀρετὴ, ἐναντία ἐστὶ ταῖς ὑπερβολαῖς καὶ ταῖςἐλλείψεσιν οὔσαις κακίαις. βήτέον δὲ προστοῦτο, ὅτι ἄλλως μὲν ὡς μεσότης ἡ ποιό-σιτῆς ἐπινοεῖται. ἄλλως δὲ ὡς ἀρετή. καὶ κατὰ μὲν τὴν μεσότητα, οὐκ έτι ἔχει ἐναντίωσιν. κατὰδὲ τὴν ἀρετὴν, ἔχει. Ετι δὲ τὴν μεσότητα θεωροῦμεν καὶ ὡς ἰσότητα. τὴν δὲ ὑπερβολὴν καὶἔλλειψιν, ὡς ἀνισότητα. ὅταν οὖν τὴν μεσοτηταλέγωμεν ἐναντίαν εἶναι τῆ ὑπερβολῆ καὶ τῆ ἐλλείψει, οὐδὲν ἄλλο λέγομεν, ἢ ὅτι ἰσότης τῆ ἀνισότητι ἀντίκειται. καὶ οὕτως ἐπ'ἄλλων ἀλλ' οὐκ ἐπὶ τοῦ μέσου ἡ ἀντίθεσις γίνται, ἀλλ' ἐπὶ τῶν χρωμάτων. φαίη ἄντις, οὐχ οὕτωςτὲν ἡ ἀντίθεσις τῶν ἄκρων πρὸς τὸ μέσον. τὸ γὰρ φαιον εἰ ἀντίκειται τῶ λευκῶ, ἤτοι κατὰτὸ ἐνὸν μίγμα τοῦ λευκοῦ ἀντίκειται αὐτῶ, ἢ κατὰ τὸ ἐνὸν μίγματον μέλανος. ἀλλ' εἰ μὲνλευκου μίγμα, λευκὸν λευκῶ ἀντίκειται ὅπερ ἀδύνατον. εἰ δὲ κατὰ τὸ μέλαν, τὸ μέλαντῶ λεῦκῶ ἀντίκειται. οὐ τρίτον τί μίγμα ἕτερον. ἀλλὰ τὸ μὲν συμπέραςμα ἀληθές, τὸμὴ ἀντικεῖσθαι τὸ φαιὸν τῶ λευκῶ, ἢ τῶ μέλανι ὡς ἐναντίον. ὁ δὲ τρόπος τῆς ἐφόδου, πολ'λὰς ἔχει ἀντιλήψεις. σύνθετον γὰρ ποιεῖ τὸ μέσον ἐκ τῶν ἄκρων. καὶ ὡς ἐξ ἀμφοῖν συνι-στάμενον. ἀλλ' οὐχ ἕντι παρὰ τὰ ἄκρα. ἐνεργείατὲ διαφυλάττει τὰ ἁπλᾶ ἐν τῶμίγματι. ἀλλ' οὐχὶ κατὰ δυναμιν, εἴπερ ἄρα καὶ τοῦτο οἷόντε. μήποτε γὰρ οὐδαμῶς συμ-μιγνυμένων τῶν ἄκρων ὑφίσταται τὰ μεσα χρήματα. ἀλλ' εἰσίτινες καὶ τούτων προηγού-μενοι λόγοι, ὥσπερ καὶ τῶν ἄκρων. οὐ κατὰ μίξιν ὑφιστάμενοι, ἀλλ' ἁπλῆ καὶ αὐτοφυητὴν ἑτερότητα καὶ τὴν ποικιλίαν ἔχοντες, καὶ ἐγγενῶντες αὐτὴν τοῖς αἰσθητοῖς, καὶ σύντε-ταγμένοι τοῖς ἄλλοις λόγοις κατατηναυτὴν ἐπίσης σύνταξιν. κᾶν ἐκ τῶν ἄκρων δὲ λέγητίς τὸ μέσον ἔχειν τινὰ ὑπόστασιν, μὴ οὐδὲ μίξις ἡ ἡ τὰ μέσα ποιοῦσα, ἀλλὰ παρά-θεσις τῶν ἄκρων, ἢ ἐπιπόλασις, ἢ πόρῥωθεν ἀπόστασις. κατὰ γὰρ πάντα ταῦτα ἐν τῶπερὶ αἰσθήσεως καὶ αἰσθητῶν τὰ μέσα χρώματα ὑφίστασθαι δοκεῖ. ὁ μέντοι πλωτῖνος,εἰ κατὰ σύνθεσιν φηὶ τῶν ἄκρων εγίνετοτα μέσα, ἔδει μὴ ἀντιδιαιρεῖν λέγοντας, ἢ λευκὸν,τ β
Einzelbild herunterladen
verfügbare Breiten