τὸ ἀπὸ τῶν ἐναντίων θεώρημα οὕτως. εἰ γὰρ τοῦτόφησιν ὑγιές ἐστιν, ἔσται καὶ ἡστέρη-σις ἡ τῶ εἴδει ἐναντία οὐσία. οὐσία γὰρ καὶ τὸ εἴδος. εἰ δέ τις λέγοι ὅτι κοινότερον ἡστέρησις ἐναντίαλέγεται τῶ εἴδει, ψεῦδος ἐρεῖ. εἰ γὰρ εἶδος καὶ στέρησις αἱ ἀρχαὶ τῶνφυσικῶν ἐναντία λέγονται, καὶ ἐξ ἐναντίων ἡ γένεσις. εἰ δὲ ἐναντία ταῦτα, οὐκέτι ἔσονται δύο ἀρχαὶ, ἀλλ' ἐν τὸ κοινὸν αὐτῶν γένος. ἀφ' οὗ καὶ πάρὰ τὰς δύο ὑφίσταται.Αλλὰ τοῦτο μὲν λύειν ῥάδιον. οὐ γὰρ πρῶται αὗται ἀρχαὶ, ἀλλὰ τῶν φυσικῶνἀρχαὶ. καὶ οὐδὲν θαυμαστὸν, εἴτι κοινον τούτων. διό τι ὃν, εἴ τε φύσις, εἴτε τὸ εἶδος, τῆπαρουσία τῆ ἑαυτοῦ καὶ τῆ ἀπουσία ἑκάτερον τούτων ἀπεργαζόμενον. πρὸς δὲ τὸ πρῶτὸν, δυνατὸν μὲν λέγειν, ὅτι τῆς ὕλης καὶ τοῦ εἴδους ὄντων ὑπὸ τὴν οὐσίαν, ἐπεὶ μετάτῆς ὕλης συνείληπται, ἔσται οὕτως καὶ αὐτῆ διὰ τὸ εἴδος καὶ τὴν ὕλην ἐν τῆ οὐσία. εἰ δὲτις ἐν τῶ εἴδει περιέχεσθαι λέγοι τὴν στέρησιν, κατὰ τὴν ἀπουσίαν αὐτοῦ ἔσται καὶ οὕτως ἐν τῆοὐσία περιειλημμένη. ῥητέον δὲ μᾶλλον, ὅτι ὁ κανῶν, οὐκ ἐπὶ πάντων εἴληπται τῶνἐναντίων, ἀλλ' ἐφ ὧν προδήλως τὸ ἕτερον ὑπό τι γένος ἐστὶν, ὑπὸ τὸ αὐτὸ καὶ θά-τερον ἀνάγκη εἶναι. τοι γαροῦν καὶ ὁ ἀριστοτέλης οὐκ εἶπεν ὅτι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸγένος ἐστὶν, ἀλλ' ὅτι τῶν ἐναντίων ἐὰν τὸ ἕτερον ὑπό τι γένος ἢ, καὶ τὸ ἕτερον ὑπὸ τὸαὐτὸ γένος ἔσται. καί τοι ἐν τοῖς ἑξῆς ἐν οἷς τὰ εἴδη διαιρεῖται τῆς ἀντιθέσεως τὰ κυ-ρίως ἐναντία, ὑπὸ τὸ αὐτὸ γένος εἶναι βούλεται. καὶ γὰρ τὰ ἐν τοῖς ἐναντίοις δο-κοῦντα γένεσιν εἶναι κοινόντι ἐπαναβεβηκὸς ἔχει γένος. ὡς ἡ δικαιοσύνη καὶ ἡ ἀδικία.διὸ καὶ αὐτὸς, οὐτὰ προσεχῆ, ἀλλὰ τὰ πορρωγένη ἔλαβεν. οὐ γὰρ εἴπεν ἐὰνθά-τερον ὑπ' ἀρετὴν ἢ ἕξιν ἡ τῶν ἐναντίων ὅτι καὶ τὸ ἕτερον, ἀλλ' ἐὰν θάτερον ἡἢ ποι-ὸν, καὶ θάτερον. τίουν εἰτινὲς πρῶτα γένη ἐναντία τίθενται, ὡς τὸ ταύτον καὶ θά-τερον. ἢ τὰς δύο συστοιχίας ὡς οἱ πυθαγορειοι, ἢ οὐδὲ ἐκεῖνα πρῶτα. οὐ γὰρ δυνατὸν,οὐδὲ τοῖς πυθαγορείοις ἀρέσκὸν, τὸ πολλὰ εἶναι τὰ πρῶτα. ἀλλὰ δια τί αἱ πλεῖσταιἐναντιώσεις κατὰ τὸ ποιὸν μάλιστα θεωροῦνται. ἢ γὰρ ἐν χρώμασιν εἰσὶ τάναντία,ὡς λευκὸν καὶ μέλαν. ἢ ἐν χυμοῖς, ὡς γλυκύκαὶ πικρόν. ἢ ἐν ἁπτοῖς, ὡς θερμὸν,καὶ ψυχρὸν. μαλακὸν, καὶ σκληρὸν. ἢ ἐν ψόφοις, ὡς ὀξὺ καὶ βαρυ. καὶ περὶ σῶμα. ὡς νόσος,ὑγίεια. κάλλος, αἴσχος. καὶ περὶ ψυχὴν. ὡς ἀρετὴ, καὶ κακία. καὶ ἄλλαι πολλαίτοιαῦται. καὶ αὐτοδὲ τοῦτο ζητήσεως ἄξιον, δια τί τῆ ποιότητι ὅλως ὑπάρχει τἀναντίαπερὶ οὐσίαν μὴ θεωρούμενα. Καὶ ῥητέον οἶμαι, ὅτι τάναντία συνυπάρχειν ἀλλή-λοις ἀδυνατεῖ. γίνεσθαι οὐν αὐτὰ καὶ ἀπογίνεσθαι ἀνάγκη. καὶ διὰ τοῦτο ἐν μὲν τῆ οὐσία, οὐδαμῶς θεωρεῖται. ἐν δὲ τῆ ποιότητι μάλιστα, ὡς ἐπισοδιώδει. καὶ γὰρ ὅπουμέν ἐστιν ὡς περιττὸν καὶ ἄρτιον. ὅπου δὲ οὐκ ἔστιν ὡς ἐν τῶ ὡρισμένωποσῶ. ἐν μὲντοι τῆ ποιότητι, ἐπειδὴ τῶν ἐπισυνισταμένων ἐστὶ, καὶ ἐπ' ἄλλοις καὶ ἄλλοις ἐπιγινομένων, εἰκὸτως ἡ ἐναντίωσις ἐγγίνεται. τὰ γὰρ ἐναντία, ἐπ' ἄλλοις. καὶ περὶ ἄλλας ὑποστάσεις τῶν ποιτῶν, καὶ τὰ ἐναντία πέφυκε μετ' αὐτῶν συνυφίστασθαι. καὶ ἄλλως δὲ. ἐπειδὴ πρώτη διαφορὰ κατὰ τὰς ποιότητας ἐστὶ, καὶ ἡμεγίστη διαφορὰ κατ' αὐτὰς ἔσται, ἥτις ἐστὶν ἐναντίωσις.καὶ ἐπεὶ ἡ πρώτητο μὴ κατὰ τὰς ποιότητας ἐγγίνεται πορῥώτερον προϊοῦσα, αὕτη τὰ
Einzelbild herunterladen
verfügbare Breiten