Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἄντί τῆς ποιότητος εἴπεν, ὅτι συνείληπται ἐν τῶ ποιῶ καὶ ἡ ποιότης. καὶ τοῦ ποιοῦἐπιδεχομένου, πάντως καὶ ἡ ποιότης ἐπιδέχεται. ἐπειδὴ καὶ τὴν ποιότητα κατὰ τὸ ποιὸνἐπιδέχεται. κατασκευάζει δὲ ἐκ τῆς ἐπαγωγῆς τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν ποιο-τήτων, παραδείγματα προσθεὶς. οὐ μόνον δὲ ταῖς ποιότησιν ὑπάρχειν τὴν ἐν ἀντιότη-τα φησίν, ἀλλὰ καὶ τοῖς κατ' ἐκείνας τὰς ποιότητας ποιοῖς λεγομένοις. οὔτε δὲ πάσητῆ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις, οὔτε γὰρ τοῖς κατὰ τὸ σχῆμα ποιοῖς, οἷον τῶ τριγώνω,καὶ τετραγώνω, οὔτε τοῖς μέσοις χρώμασιν. οἷον πυρε-ἡ ωχρῶ. δῆλον δὲ ὅτι, οὐδὲταῖς κατὰ τὰς ἄλλας αἰσθήσεις ἐν μέσότησιν. οἷον, χλιάρω. ἢ τὴ τῆς μέσης χορδῆς ἀπη-χήσει. καὶ τοῦτο εἰκότως, εἴπερ ἐναντία ἐστὶ τὰ πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλὰμὴν, οὐδὲ μόνη τῆ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις. καὶ γὰρ τοῖς πρός τι πρόσεστιν ὡς μεμαθήκαμεν. ὥστε οὐκ ἔστιν ἰδιον τῆς ποιότητος τοῦτο. ἐπάγει δὲ πρὸς τούτοις θεώρημάτὶ πρὸς πάσας χρήσιμον τὰς κατηγορίας, ἐναις θεωρεῖται ἐναντίωσις. ἐὰν γὰρ τῶν ἐναντίων φη τὸ ἕτερον ποιὸν ὑπάρχη, καὶ τὸ ἐναντίον αὐτῶ ποιόν ἔσται. καὶ καθόλο, ἐὰν τὸ ἕτερον τῶν ἀντιδιαιρουμένων, ὡς ἐν αντίον εντίνι γένει ὑπάρχη, καὶ τὸ ἀντιδιαιρούμενον πρὸς αὐτὸ,ὡς ἐναντίον ἐν τῶ αὐτῶ γένει ὑπάρξει. γένοιτο δ' ἄνφητου τοδῆλον, εἰ προχειριζοίμεθαταςἄλλας κατηγορίας οἰκείως εἰσαγωγικῆ πραγματεια, τὰ τοιαῦτα ἐκ τῆς ἐπαγωγῆς πιστούμενοι. γένοιτο δ' ἄν καὶ ἄλλως δῆλον, ἀπὸ τοῦ τῶν ἐναντίων ὅρε. εἰ γὰρ ἐναντία ἐστὶ τὰ ὑποτὸαὐτὸ γένος πλεῖστὸν ἀλλήλων διεστηκοτα, δηλονότι ὑφ' ὃ τὸ ἕτερον ἀνάγεται γένος, ὑπὸτοῦτο καὶ τὸ λοιπόν. ἀλλ' αὐτὸς μήπω τοῦ τῶν ἐναντίων ὅρου ἀποδοθέντος, εἰκότωςοὐκ ἐδοκίμασεν αὐτῶ χρήσασθαι. ἐὰν οὖν ζητῶ μὲν, ὅτι τῶν κατηγοριῶν ἐναις ἐστινἐναντίωσις, ἐμάθομεν ἐντεῦθεν, ὅπως δεῖ μεθοδεύειν τὴν εὕρεσιν. ληψόμεθα γὰρτὸ ἐναντίον τοῦ ζητουμένου, εἴπερ εἴη γνωριμώτερον. καὶ ἐὰν γνωσθῆ ἐν ποία ἐστιν ἐκεῖνοκατηγορία, εἰσόμεθα ὅτι καὶ τὸ οὗ ἐστιν ἐναντίον, ἐν τῆ αὐτῆ κατηγορία τακτέον. οἷον,εἰ τὴν ἀδικίαν ζητοῦμεν ἐν ποίω ἐστὶ γένει, ληπτέον τὴν δικαιοσύνην. ἔστι δὲ αὕτη ποιότης.καὶ ἡ ἀδικία ἄρα ποιότης. καὶ εἰ ἡτυφλότης ὁράσει ἐναντίον, ἡ δὲ ὅρασις ποιότης, καὶ ἡτυφλότης ἔσται ποιότης. οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει. Αλλὰ δια-τί εἴπέν, εἰ ἔστιν ἡ δικαιοσύνητη ἀδικία ἐναντίον. δια τὶ γὰρ τὸ εἰτο ὑποθετικὸν. Η ὅτιτινὲς οὐ συνεχώρουν τῆ δικαιοσύνη ἐναντίον εἶναι τὴν ἀδικιαν. ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν,ἀνώνυμον ἔλεγον. τὴν δὲ ἀδικίαν, στέρησιν. τὰς γὰρ ἕξεις, καταφατικῶς δεῖ προσαγο-πεύειν. καὶ τὰς στερήσεις, ἀρνητικῶς. οὐκ αλῶς τοῦτο λέγοντες. καὶ γὰρ ἕξεις ἀποφατικῶςπροσαγοπεύομεν, ὡς τὴν τῆσωφροσύνη ἀντικει μένην ἀκολασίαν. καὶ στέρήσεις κατάφατικῶς, ὡς τὴν τυφλότητα καὶ χωλότητα. καὶ τοῦτο μὲν ἀληθές. μήποτε δὲ διατοῦ το εἶπὲνὁ ἀριστοτέλης, εἰ ἔστιν ἡ δικαιοσύνητῆ ἀδικία ἐναντίον. ὅτι οὔπωτίνα ἐστιὶ τὰ ἐναντίαπαραδέδωκε. καὶ ὅτι κατὰ ἀλήθειαν, οὐχ ὡς ἐναντία ταῦτα ἀντίκειται, ἀλλ' ὡς ἕξις καὶ στέρη-σις. διὸ, καὶ ἀκριβέστερον εἶπενἀρχύτας. οὐ μόνον ἐναντίωσιν εἰπὼν ὑπάρχειν τῆ ποι-ὅτητι, ἀλλὰ στέρησιν γράφων οὕτως. Καὶ τὰ ποιότητι δὲ, κοινά τινα συνηρτηταιὴοἷον, τό, τε ἐναντιότητα τινὰ ἐπιδέχεσθαι καὶ στέρησιν. Αποροῦσι δέ τινες πρὸςτξι α