Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

λων. οὐ γὰρ ἔξωθεν ἑκάστου γένους αἱ τῶν εἰδῶν ἐπεισέρχονται ποιητικαὶ διαφοραὶ, ἀλλ'ἐν ἑκάστω γένεισυνυπάρχουσιν. οὐ γὰρ ἔσται εἴδη τῶν ἐν ἑκάστοις γενῶν, εἰ μὴ αφ' ἑαυτῶνἔχει τὰς οἰκείας διαφορὰς συμφύτους τὰ γένη, ὡς περι εχομένας ὑπὸ τῶν γενῶν.εἰ δὲ ἔξωθεν αὐτὰς προσθησομεν, οον, ἀπ' ἄλλου γένους συμμίξις ἔσται πλειόνων κατηγό-ριῶν τὰ ὑφ' ἕκαστον γένος εἴδη. καὶ οὐκέτι ὑπὸ τὴν αὐτὴν κατηγορίαντα χθήσεται. τό, τεἀνωτάτω γένος ἑκάστης, καὶ τὰ περιεχόμενα ὑπὸ τῶν γενῶν εἴδη. μία μτοῦν ἔστω λύ-σις αὕτη τῶν ἠπορημένων. ἑτέρα δὲ, ὡς τῶν μὲν ἄλλων δεῖ διαφορὰς ζητεῖν οἷς χωριοῦμὲνἕκαστα ἀλλήλων. τῶν δὲ διαφορῶν διαφορὰς, ἀδύνατον εἶναι κατὰ λόγον. αὗται γὰρ ἑαυτὰςδιαφέρουσιν ἀφ' ἑαυτῶν ἀρχόμεναι τῆς οἰκείας δυνάμεως. μᾶλλον δὲ οὐδὲ δέονται τοῦ διαφορεῖσθαι αὐτοδιαφοραὶ οὖσαι. ὥσπερ οὐδὲ ἡ ἑτεροιότης τοῦ ἑτεροιοῦσθαι. καὶ γὰρ ἐπὶ τῶν ἀλ-λων ἰδιοτήτων αὐτὸ ἕκαστον, οὐκ ἄν λέγοιτο μετέχειν ἑαυτοῦ. οἷον, τὸ ἰσον οὐκ ἄντις ἰσῶ-σθαι λέγοι. ἢ τὸ καλὸν κεκαλλύνθαι. ὥστε τὸ μὲν διαφέρον, διὰ φορᾶ πάντως διαφέρει.ἀλλὰ τὰ μὲν ἄλλα πάντα ἕτερα οὔση παρ' αὐτὰ τῆ διαφορᾶ διαφέρει. ἡ δὲ διαφορὰἑαυτῆ διαφέρει. μᾶλλον δὲ αὐτὸ διαφορά ἐστι. καὶ οἱ στωϊκοὶ δὲ, ποιότητας ποιοτήτων ποι-οὖσιν ἑαυτῶν, ποιοῦντες ἐκ τὰς ἕξεις. οὐδέονται γὰρ οὐκέτι τῶν τὰς διαφορὰς παρεχου-σῶν. οὔτε γὰρ ἑαυταῖς αἱ ποιότητες ἀλλήλων διαφέρουσιν. οἱ δὲ ἀπὸ τῆς ἀκαδημίας διὰφορῶν διαφορὰς ζητοῦντες, ἐπ' ἄπειρον ἐξέπεσον. ἐπιστῆσαι δὲ καὶ τοῦτο χρή, εἰπᾶσις τ. ὶποιότης δύναται γενέσθαι οὐ σιώδης διαφορά. ἢ ἐνι μν τῶν σωμάτων, ἀναγκ συγχω-ρεῖν. ἡ γὰρ λευκότης συμβεβηκὸς οὖσα, οὐ σιώδης διαφορὰ γίνται ἐπὶ ψιμμυθίου. ἐπὶ δὲτῶν ἐπιστημῶν, πῶς ἔχει. ἢ καὶ ἡ γραμματικὴ ἥτις εἴη ψυχῆς, ἢ φύσει τοιαύτη, γένοι τονἂν εἰδοποιὸς διαφορα. καὶ τοῦτο δὲ προσθέτέον. ὅτι ταῖς ποιότησι συντακτέον τοὺς κατ'αὐτοὺς ποιοὺς, καθοσον περὶ αὐτοὺς εἰσιν αἱ ποιότητες, μὴ προς ποιουμένους τοῦ ὑποκεί-μενον. μὴ δὲ κατὰ σύλληψιν τοῦ ὑποκειμένου ποιοῦντας τὸ ποιὸν, ἵνα μὴ κατηγορίαιδύο νοῶνται, ἀλλ' εἰς τοῦτο ἀνιόντας ἀπ' αὐτῶν ἀφ' οὗ λέγονται. οὐδὲν δὲ χεῖρον ὑπο-μνῆσαι πάλιν, ὅτι αἱ νοηταὶ ποιότητες καὶ αἱ αἴσθηται, οὐδαμῶς ὑπὸ τὸ αὐτὸ γέ-νοςτα χθήσονται. οὐ γὰρ αἱ κατηγορίαι περὶ τῶν νοητῶν εἰσν, ἀλλὰ περὶ τῶν λεγομέ-νων. οὐδὲ δυνατὸν τῶν ὄντως ὄντων, καὶ τῶν ἐν γενέσει καὶ φθορᾶ φερομένων, ὡςστοιχείων ἐν εἶναι γένος ποιότητος. ἀλλ' ἐπεὶ περὶ τ ἄντων τῶν τῆς ποιότητος εἰδῶνεἴρηται τὰ αὐτάρκη, καιρὸς ἂν εἴηλοιπὸν καὶ τὰ ἰδια τῆς ποιότητος ἐπισκέψα-σθαι. ἤτοι τὰ ὑπάρχοντα αὐτῆ. πάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν. ἔωςὅτου, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων. ζσπερ ἐπὶ τῶν ἄλλωνκατηριῶν, μετὰ τὴν διαίρεσιν ἐπηγε τὰ ὑπάρχοντα ἑκάστη, τὰ, τε κοινὰ πρὸς ἄλλαςκαὶ τὰ ἰδια, οὕτως καὶ ἐνταῦθα. καὶ πρῶτον, τὴν ἐναντιότητα προχειρίζεται. ὡς ὑπάρχου-σαν τῶ ποιῶ. ὑπάρχει δὲ καὶ ἐν αντιότης εἰπὼν. καὶ τὴν καὶ σύνδεσμον προσθεὶς, διό τι καὶἄλλα ὑπάρχοντα ἐπάξει. ὥσπερ τὸ μᾶλον καὶ τὸ ἦτον καὶ τὸ ὅμοιον. κατὰ τὸ ποιὸν δὲεἶπεν, ἂν κατὰ τὴν ποιότητα. δηλοῖ δὲ τὰ ἐπαχθέντα ὑποδείγμτα. οἷἱ δικαιοσύ-νη. ἀδικία. ἐναντίον. ποιότητες γὰρ αὗται, καὶ οὐχὶ ποια. ἴσως δὲ διατοῦ το ποιὸν