κατὰ τὴν εὐμορφίαν ἢ ἀμορφίαν. οὐκ ἀπηλλαγμένως τῆς ἐπὶ τὸ εἴἶδος ἀναφορᾶς. δι'ἁδὴ οὐδὲ τὰ αὐτὰ νομιστέον ταῦτα ἀλλήλοις, οὔτε ἐκθατέρου τὸ ἕτερον ἐξηρτῆσθαι.ἐὰν οὖν λέγωμεν, ὅτι κατὰ τὰ ἀποτυπώματα τοῦ εἴδους, καὶ τὰ ἔξωθεν φαινόμεναεἴδωλα τὸ εὔπλαστον αὐτῶν καὶ διασῶζον τὸ τοῦ εἴδους ἴχνος, καὶ δυνάμενον συντάττε-σθαι πρὸς τὸν λόγον ἐστὶ σύμμετρον. τὸ δὲ ἐναντίον τούτου, ἀσύμμετρον. καὶ κατὰ τὴν τοι-αὐτὴν δὲ συμμετρίαν τε καὶ ἀμετρίαν, ἡ μορφὴ θεωρεῖται. οἰκειότερον ἂν ἀποδοίημὲντὸν περὶ αὐτῆς λόγον. οὐ μέντοι τοῦτο φησὶν ἰάμβλιχος συμπληροῦσθαι τὴν μορφὴν,εἴποι μὲν ἂν ἐκ ποιῶν σχημάτωντε καὶ συμμετριῶν, καὶ ἐκποιᾶς χροιᾶς, καὶ μανότη-τος καὶ πυκνότητος. ἡ γάρτοι ταύτη διάταξις, συνάγει πολλὰ εἰς ταυτὸ, ἅπερ ἀρι-στοτέλης διακεκριμένως διέταξεν. οὐκ ἐ τε ἡμᾶς καθαρᾶν τῆς μορφῆς τὴν ἰδιότη-τα ὑπολαβεῖν. ταῦτα πάντα καὶ κατὰ λέξιν οὕτω περὶ τῆς μορφῆς τοῦ ἰαμβλίχουδιαταττομένου, ἀξιῶ προσέχειν τὸν νοῦν. μήποτε ἀκολουθόν ἐστι καὶ τοῖς ὑπ' αὐτῶνλεγομένοις, τὸ τὴν μόρφην καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος περιεκτικὴν λέγειν. εἰγὰρ κατὰ τὴν ἀποτελεύτησιν καὶ τὴν ἐπιφάνειαν τοῦ εἴδους θεωρεῖται, τὸ δὲ εἴδοςπάντων ἦν περιεκτικὸν καθ' ἕνα λόγον, καὶ τὸ περὰς ἂν αὐτοῦ τὰ πάντων πέρατα πε-ριέχοι. κᾶν συμπληροῦσθαι οὖν ὑπὸ τῶν ἄλλων λέγοιτο ἡμορφὴ, οὐκ ἐκμερῶν ἢ στοι-χείων ἄλλη παρ' αὐτὰ οὖσα, οὐδὲν ἄτοπον λέγοιτο. οἷον κοινὴ συλληψις οὖσα πάντων. ὁρᾶςγὰρ καὶ τὴν εὐθύτητα καὶ καμπυλότητα κοινὴν σχημάτων καὶ μορφὴν αὐτὸς εἶπεν εἶναικαὶ οὐδὲν ἄτοπον ἐδόκει μετὰ τὸ τὰ ἰδια παραδεδωκέναι, καὶ κοινῶς τὸ ὑπάρχον ὑποδεῖ-ξαι. λέγει δὲ καὶ τὴν σιμότητα καὶ γρυπότητα τῆς ῥινὸς, μὴδεῖν προηγουμένως εἰς τὴνμορφὴν ἀνάγειν, ἀλλὰ μᾶλλο εἰς τὴν καμπυλότητα, καλῶς προσθεὶς τὸ προηγουμένως.ὡς ὅτι γὰρ μορφὴ ἁπλῶς, οὐχ ὑπὸ σιμότητος ἢ γρυπότητος, ὥσπερ οὐδὲ ὑπὸ λευκό-τητος ἡ μελανίας, ἀλλ' ὑπὸ καμπυλότητος καὶ ὅλως σχήματος, ὥσπερ καὶ ἀπὸ χρώ-ματος συμπληρουται. καλῶς δὲ καὶ τοῦτο προσκείμενον οὐ παραλειπτέον, ὅτι κοινό-τῆς ἐνπᾶσι τοῖς κατὰ τὸ τέταρτον εἴδος τῆς ποιότητος εἰρημένοις θεωρεῖται ἡ ἐσχά-τη περὶ γραφη καὶ ὁ τελευταῖος ὅρος τῶν κατὰ διάστασιν, ἢ κατ' ἄλλην τινὰ ἰδιότηταδυνάμεως ἀποληγόντων. φαίνεται δὲ εἰκότως οὖσα καὶ αὕτη, ἐπειδὴ περὶ τὴν τελευ-τὴν τῆς φύσεως ἀφορίζεται. καὶ διατοῦτο καὶ πολύχουν τοῦτι τὸ γένος ἐστὶ, καὶ δι-αφοραῖς χρῆται πλείοσι. καὶ περὶ τοῦ μανοῦ δὲ καὶ πυκνοῦ, ἔχοι ἄντις πρὸς τὴν αἰ-τίαν τοῦ ἀριστοτέλους ἀντιλέγειν. τὸ γὰρ διαστάσει τῶν μορίων ἀπ' ἀλλήλων ἢ τῆ σύν-εγγὺς θέσει, τὸ μανὸν, ἢ καὶ τὸ πυκνὸν ἀφορίζεσθαι, τὴν δημοκρίτου αἱρεσιν βεβαιοί.καὶ γὰρ ἐκεῖνος συνιόντα εἰς ταὐτον τὰ ἄτομα σώματα, συνιστᾶν τὸ πυκνόν φησι. δι-ἰστάμενα δὲ ἀπ' ἀλλήλων, καὶ μεταξώπολλῶ κενῶ διαλαμβανόμενα, τὸ ἀραιὸν ἀπεργάζεσθαι. ταῦτα δέ ἐστιν ἄτοπα. εἰ γὰρ ἥνωται ἡ ὕλη, καὶ συμπαθής ἐστι πρὸς ἑαυτὴν,καὶ διόλου ποιά ἐστι τὰ ποιὰ, δηλονότι καὶ τὰ ἀραιὰ καὶ τὰ πυκνα δι' ὅλων ἡνω-μένα, συμπαθῆ ἐστι πρὸς ἑαυτὰ. ὁ δὲ τοῖς διαστήμασι τὴν αἰτίαν ἀποδιδοὺς, ἐπιγέν-νημαποιεῖ τὸ ποιὸν τῆς κατὰ σχέσιν θέσεως. πρὸς δη ταῦτα φησὶν ἰάμβλιχος, διττὸν
Einzelbild herunterladen
verfügbare Breiten