Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

εἶναι τίθεμεν τὸ μανὸν καὶ πυκνόν. τὸ μὲν, ἐν τοῖς εἴδεσιν. ὁ καὶ διόλου πάρεστι, καὶοὐσιῶδες ἐστι. καὶ ἕξεως μᾶλλον οἰκεῖον θεωρεῖται, ὁποῖον τὸ μανὸν τοῦ ἀέρος, καὶ τοῦπυρὸς κατ' οὐσίαν αὐτοῖς ὑπάρχον. ἄλλο δὲ ἐπίκτητον καὶ ἔξωθεν ὡς ἐν σχηματιθεω-ρεῖται, ὅπερ ἐν τοῖς σπόγγοις καὶ τῆ κισσήρει φαίνεται. οὐκ ἐνοῦ τινὸς τοῦ μεταξύπαρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σχημάτων κατὰ σχῆμα περὶ γραφομένων, καὶ ἐνταύταις ταῖς περὶ γραφαῖς τὰ λέπτότερα σώματα περιεχόντων. ὥστε οὐ πασαμα-νότης καὶ πυκνότης ἀπήλλακται θέσεως. ἐπειδὴ ἡ οὐσιώδης μανότης καὶ πυκνότης,οὐδαμῶς ἐστι κατὰ θέσιν. ἐκείνη γὰρ ἡ κατὰ σχῆμα θεωρουμένη, κυρίως κατὰ τὴνθέσιν τῶν ποιῶν σχημάτων ἀφώρισται. ὅθεν καὶ κωλύεται ποιότης εἶναι. οὐ γὰρ ἐξί-σταται τῆς θέσεως, ἀλλὰ κατ' αὐτὴν εἰδοποιεῖται. τῆς δὲ δημοκρίτου δόξης διέστη-κεν αὕτη. ἐπειδὴ οὐ περὶ τῆς ἐν στοιχείοις μανότητος καὶ πυκνότητος διατετακταιταῦτα, ἀλλὰ περὶ ταύτης, ἥτις ἐπὶ ταῖς μορφαῖς καὶ τοῖς σχήμασιν ἐπισυνίσταται.τὰ δὲ ἐν τοῖς στοιχείοις εἴδητέ ἐστι καὶ διόλου μανὰ καὶ πυκνα, οὐδαμως μεταξὺ διειρ-γόμεναὑφ' ἑτερο. οὐδὲ κενοῦ. οὐδὲ σώματος. τὰ μέντοι κατὰ σχῆμαδεύτερα ἐπισυνιστάμενα, καὶ τῶ πῶς κεῖσθαι πυκνὰ καὶ ἀραιὰ λεγόμενα, οὐχὶ ποιότητος τὴν αἰτίαν ἔχει,ἀλλὰ θέσιν τῆςτε πυκνότητος, καὶ τῆς ἀραιότητος. ὡσαύτως δὲ καὶ περὶ τοῦ λείου καὶ τρα-χεος. καὶ ἀπορεῖν δυνατὸν καὶ λύειν τὰ ἠπορημένα. Εύδωρος δὲ ἀπορεῖ. τί δὴ ποτε τὸμν μανον καὶ πυκνὸν καὶ λεῖον καὶ τραχύ, θέσιν σί. οὐκέτι δὲ καὶ ἡ καμπυλότης καὶ ἡ εὐθύ-τῆς. Πρὸς ὁρητέον. ὅτι περὶ ἄλλὰ μὲν θεωρεῖται ἡ θέσις τὰ ἐντόπω ὄντα σώματα, ἢ περὶτὰς γράμμὰς τὰς ἐν τῆ ἐπιφανεία οὔσας. ἡ μέντοι εὐθύτης καὶ ἡ καμπυλότης, περὶτὰ θέσιν ἔχοντα τὸ ποιὸν ἀφορίζει. οὔτε ἐν θέσει οὖσα, οὔτε κατὰ τοῦτο εἰδοποιουμένη.Οἱ δὲ περὶ τον νικόστρατον, καὶ τὴν μανότητα καὶ πυκνότητα, ποιότητας φιλονεικοῦσι δει-κνύναι, τὸ πῦρ μανὸν εἶναι παρατιθέμενοι, καὶ τὴν ἀέρα. τὴν δὲ γῆν, πύκνην. οὐ κατὰ θέσιν,ἀλλὰ κατὰ ποιότητα. βήτέον δὲ πρὸς αὐτοὺς ὡς καὶ ἐν τούτοις κατὰ τὴν θεῖον ἰάμβλιχον ἑκά-τερον τούτων δύο σημαίνει. καὶ θέσιν μορίων, καὶ ποιότητα. ἐσιν θμὲν, ὡς ἐπὶ τῶν ὑφα-σμάτων. ποιότητα δὲ, ὡς ἐπὶ τοῦ ἀέρος. διακρίνειν δὲ ταῦτα ἐν εἰσαγωγῆ, οὐκ ἦν ἀναγ-καῖον. καὶ γὰρ, ἄλλο μέν ἐστι μανὸν, οὐ τὰ μόρια ἀφέστηκεν ἀπ' ἀλλήλων. οὐχ ὅτι κέ-νόν ἐστι μεταξύ, ἀλλ' ὅτι ἑτερογενὲς σῶμα λεπτότερον. ὁ μέν τοι ἀηρ, οὐ τῶ ἀφεστάναιἀπ' ἀλλήλων τὰ μορια αὐτοῦ μανός ἐστιν, ἀλλὰ τὸ κούφος εἶναι καὶ εὐδιαίρετος. δι-ὅπερ τῶν κατὰ ποιότητα ἂν εἴη τοιούτων, ἀλλ' οὐ τῶν κατὰθεσιν. τῶ δὲ τοιούτω μανῶ φησὶνἰάμβλιχος, οὐτὸ πυκνὸν, ἀλλὰ τὸ στερεον ἀντιτάξομεν. ὧ τὸ δυσδιαίρετον ὑπάρχεικαὶ βαρυ. καὶ τὸ μὲν τοιοῦτον, κατὰ ποιότητα ἔσται. τὸ δὲ κατὰ θέσιν, ὑπὸ τὰ πρόςτιἀναχθήσεται. ἐπιστῆσαι δὲ ἄξιον, ποῖον τοῦ στερεοῦ σημαινόμενον ἀντίκειται τῶμανῶ. εἰ μὲν γὰρ τὸ τριχῆ διαστατὸν, ἡ ἐπιφάνεια τούτω καὶ ἡ γραμμὴ ἀντίκειται.τὸ ἴσχυρὸν, τὸ σαθρὸν ἂν εἴη τούτω ἀντικείμενον. εἰ δὲ τὸ δυςδιαίρετον, εἰ μὲνδιὰ τὴν σκληρότητα ἔχει τοῦτο, τῶ μαλακῶ αὐτῶ ἀντίκειται. εἰ δὲ διὰ τὴν πυκνότητα,τὸ ἀραιὸν. καὶ εἴη ἄν τῶ μανῶ κυρίως, οὐ τὸ στερεὸν, ἀλλὰ τὸ πυκνὸν ἀντικείμενον.