Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

κοῦφον. σκληρὸν. μαλακὸν. τραχύ. λεῖον. παχύ. λεπτν. ἀλλὰ πῶς ἄντις ταῦτα παρα-δέξαιτο μήδενος ὑπ' αὐτοῦ λεγομένου ἑνὸς γένους ὑφ' ὃ ταῦτα τα χθήσεται. ὡς ἐν μὲν τῶπρώτω, ἕξις ἦν καὶ διάθεσις. ἐνδὲ τῶ δευτέρω, φυσικὴ δύναμις. καὶ ἐπὶ τῶν ἄλλων. βέλτιον οὖνλέγειν ἕντι, ὅτι κατὰ τὸ ἀληθές εἰσὶ τινὲς καὶ ἄλλοι τρόποι, οὺς ἐν τῆ μετὰ τὰ φυσικά, ὡς ἐντελειοτερα πραγματεία παραδίδωσιν. ἐνταῦθα δὲ ὡς ἐν εἰσαγωγὴ τοὺς μάλιστα λεγο-μένους ἐξέθετο. κοινῶς δὲ περὶ πάντων τῶν εἰδῶν ἐπάγει, ὅτι ποιότητες εἰσὶν αἱ εἰρημέναι.ποια δὲ, τὰ κατ' αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀπ' αὐτῶν. τοῦτο δὲ εἴπεν,ἐπειδὴ τινὰ μὲν παρωνύμως λέγεται, ὡς ἀπὸ λευκότητος τὸ λευκόν. ἔνια δὲ, ὁμωνύμως,ὡς τρίγωνον καὶ τετράγωνον, καὶ τῶν ἄλλων σχημάτων ἕκαστον. ἐπὶ γὰρ τούτων, τρίγωνον καὶ ἡποιότης καὶ τὸ μετέχον καλεῖται. ἔτι δὲ ἐπ' ἐνίων μὲν, ἀμφότερα ὠνόμασται, ὡς γραμ-ματικὴ καὶ γραμματικός. ἐπ' ἐνίων δὲ, οὐθέτερον, ὡς ἡ πρὸς γραμματικὴν ἐπιτηδειό-τῆς, καὶ ὁ κατ' αὐτὴν εὐφυῶς διακείμενος. ἐπ' ἐνίων δὲ, τὸ ἕτερον μόνον ὠνόμασται. τὸποιον μὲν, ὡς ἐπὶ τοῦ πυκτικοῦ καὶ δρομικοῦ. ἀνώνυμοι γὰρ αἱ ἐπιτηδειότητες. ἡ γὰρπυκτικὴ καὶ δρομικὴ, αἱ κατ' ἐνέργειαν εἰσὶν ἐπιστῆμαι, ἀφ' ὧν πύκται καὶ δρομεῖς οἱποιοὶ λέγονται. οἱ γὰρ πυκτικοὶ καὶ δρομικοὶ, τοὺς δυνάμει ποιοὺς σημαίνουσιν, ἀπὸ ἐλ-συ Ει επίδος ἡς ἕξουσιν ἕξεως παρωνομασμένους. ἔστι δὲ ὅπου τῆ μὲν ἐξει κεῖται ὄνομα, ὡς τῆἀρετῆ. τῶ δὲ κατ' αὐτὴν ποιῶ, οὐκέτι. οὐδὲ γὰρ λέγεται ἐνάρετος. ὁ δὲ σπουδαῖος, οὐκ ἀπὸτῆς ἀρετῆς παρωνόμασται, οὐδὲ ὁ ἐνάρετος, ὥσπερ οὐδὲ ὁ ἐγγράμματος ἀπὸ τῆς γραμ-ματικῆς. ἐπ' ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι, περὶ τὴν τῶνπραγμάτων δήλωσιν, διὰ τὴν ἀνωμαλίαν τῆς χρήσεως. ὁ γὰρ δικαίος, κατὰ μὲν τὸ ὄνονα,ἀπὸ τῆς δικῆς παρωνόμασται. κατὰ δὲ τὰ πράγμάτα, ἀπὸ τῆς δικαιοσύνης. ὁ δὲ δι-καιόσυνος, κατὰ μὲν τὴν λέξιν, ἀπὸ τῆς δικαιοσύνης. ὥσπερ καὶ ὁ εὐφρόσυνος ἀπὸ τῆς εὐ-φροσύνης. κατὰ δὲ τὰ πράγματα, οὐκ ἔχει παράθεσιν. διὰ ταῦτα οὖν πάντα προ-σεθηκε, τὸ, ἢ ὁπωσοῦν ἄλλως ἀπ' αὐτῶν. ἀνήγαγε δὲ ταῦτα ἢ εἰς τὸ μὴ κεῖσθαι ταῖς ποι-ότησιν ὀνόματα ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, ἢ εἰς τὴν συνήθειαν μὴ ἔχουσαν ἐν χρή-τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ ἐναρέτου. καὶ δῆλον ὅτι ἐπ' ὀλίγον μὲν ταῦτα συμ-πίπτει. τὰ δὲ πολλὰ παρωνόμασται ταῖς ποιότησιν, ἀφ' ὧν ἔχει τὸ ποιὰ εἶναι. αὕτηεδεμὲν ἡ τῆς λέξεως σαφήνεια. τρεπτέον δὲ λοιπὸν ἐπὶ τὰς καθ' ἕκαστα ζητήσεις τὲ καὶ διὰ-λύσεις. πρὸ τούτου δὲ ἀκριβέστερον ἔτι τῶν εἰρημένων ποιητέον διάκρισιν. τὸ τοίνυν σχῆ-μα οἱ στωϊκοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξύτων σημείων διάστασιν.διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν, τὴν εἰς ἀκροντεταμένην. ἀλλ' οὕτως ἀναιρεθήσεται ἡμα-θηματικὴ οὐσία, ἥτις ἀκίνητος τέ ἐστι καὶ ἀλλοιώσεως πάσης. καὶ διατοῦτο καὶ τάσεωςἀπηλλαγμένη. εἰδέ τις τὴν ἀσώματον οὐσίαν τῶν σχημάτων καὶ ἀμφισβητήσιμον εἶναι νο-μίζοι, εἴτε ἐστὶν, εἴτε μέχρι ὑποστάσεως ὑπάρχει. νῦν δὲ οἷεται εἶναι τὴν λόγον περὶ τῶν ἐντοῖς σώμασι σχημάτων, καὶ οὕτως ἐροῦμεν κατὰ ἀριστοτέλην μὴ εἶναι τάσιν τὴν τοῦ σχήματος αἱτίαν. κίνησις γὰρ ἂν οὕτως καὶ μεταβολὴ γίνοι τὸ τῆς ποιότητος αἰτία. ὅπερ οὐκ ἀρέσκειξιτῶ ἀριστοτέλει. ἀλλοὐδὲ ἔχει λόγον. ἐν ὅρω μὲν γρ ἡ ποιότης θεωρεῖται. ἀόριστον δὲ πρᾶγ-