Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

οὐ λέγεται τινὸς ἄνος. οὐδὲ ὁ βοῦς, τινὸς βοῦς. οὐδὲ τὸ ξύλον τινὸς ξύλον. οὐσίαν γὰρ ἔχουσικαθ' αὑτά. εἰ μέντοι τὴν ἄνον ἢ τὴν βοῦν τινὸς λέγομεν κτῆμα, ὥσπερ τὴν ἀγρὸν, οὐ κἀθό εἰσινἀποδίδομεν, ἀλλὰ καθὸ συμβέβηκεν αὐτοῖς κτήμασιν εἶναι. Αλλ' ἐπιστάσεως ἄξιονδια τί τοῦτοὐκείπε καὶ ἐπὶ τῆς ἀτόμου οὐσίας τῆς ὅλης. Καὶ γὰρ ἐπὶ ταύτης δυνατὴν ν εἰ-δοῦλος, τινὸς ἣνὡς κτῆμα τοῦ οἰκείο δεσπότου. ἀλλ' ἴσως ἰδιον εὐπεῖν, ὅτι ὁτίς ἄνος. ἢ οἱρων ὡς ἄτομον τὸ τινὸς τίς μὴ ἔχον, ἀκόλόθον τὴν κατηγορίαν τούτω προσεχρήσατο. δεὶξας οὖν ὅτι οὔτε αἱ πρῶται οὐσίαι αἱ ὅλαι, οὔτε τὰ μέρη αὐτῶν πρός τι λέγεται, ἀλλ'-οὔτε αἱ δεύτεραι οὐσίαι αἱ ὅλαι, ἐπ' ἐνίων φησὶ τῶν δευτέρων οὐσιῶν, τοῦτέστιν ἐπὶτῶν μερῶν ἔχει ἀμφισβήτησιν. ὡς γὰρ τοῦ τινὸς ἀνθρώπου ἐστὶ μέρος ἡτίς κεφαλὴ,οὕτω καὶ τοῦ ἀνθρώπου τοῦ ἁπλῶς, ἡ ἁπλῶς κεφαλή. ἀλλὰ τὰ μὲνατομαμέρη ἀπέδει-ξε μὴ ὄντα πρός τι, διὰ τὸ μὴ λέγεσθαι τινὸς τίς κεφαλή. ἐπὶ δὲ τῶν κοινῶν ἐν δέδω-κεν, ὅτι ταῦτα διὰ τὸ ἕκαστον αὐτῶν, ὅπέρ ἐστιν ἑτέρου λέγεσθαι. μέρη γὰρ ὄντα τῶνὅλων ἐστὶ, δοκεῖ πρός τι εἶναι. οὐ γὰρ ἦν ἐπὶ τούτων εἰπεῖν, ὅπερ ἐπὶ τῶν ἀτόμων οὐ-σιῶν ἐκώλυεν εἶναι πρός τι ἐκεῖνα. ταῦτα οὖν εἰπὼν, συνορᾶ ὅτι διορθώσεως δεῖταιτινὸς, ὁ ἀποδοθεὶς τῶν πρός τι ὁρισμὸς πρὸς τὸ λυθῆναι τὸ ἄπειρον. εἰ γὰρ ἰκανῶς φησἀποδιδοται, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι, ὡς οὐδεμία οὐσία τῶν πρὸςὅλου. καὶ διατοῦτο τῶτι ἐστὶ. τὰ γὰρ μέρη τῶν δευτέρων οὐσιῶν, τινὸς λέγονταιδοθέντι ὁρισμω τῶν πρός τι ὑποπίπτουσι. Αιατοῦτο οὖν ἵνα μὴ εὑρεθῆ τίς οὐσία τῶνπρός τιοῦσα, ἕτερον ὁρισμὸν αὐτῶν ἀποδίδωσι τὴν λέγοντα ὅτι ἔστι τὰ πρός τι. οἷς τὸεἶναι ταυτόν ἐστι τῶ πρός τίπως ἔχειν, οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναιτοῖς πρός τι ἀποδοὺς. καὶ γὰρ τὸ μὲν λέγεσθαι, τὴν οὐσίαν αὐτῶν οὐδηλοῖ. τὸ δὲ εἶναιοἷς συμβέβηκεν ὡςπρὸς ἕτερον, αὐτὴν τὴν οὐσίαν παρίστησι. καὶ τὸ μὲν λέγεσθαι, καὶπερ τοῖς μέρεσι. τὸ δὲ εἶναι, τοῖς πρός τι μόνοις. διὸ ἡ κεφαλη λέγεται μὲν τινος. ἐπειδὴδὲ οὐκ ἔστι τὸ εἶναι αὐτῆς ἐν τῆ σχέσει τοῦ πρὸς ὁ λέγεται. ἔσται γὰρ κεφαλη, ὡς ὑπο-κείμενόντι πρᾶγμα. καὶ ἔστι λόγον αὐτῆς ἀποδοῦναι καθ' ἑαυτὴν. οὐδὲν δὲ πρός τιὑπόκει ται καθ' ἑαυτὸ, οὐκ ἄν εἴη τῶν πρός τι ἡ κεφαλή. οὖσα γὰρ καθ' ἑαυτὴν, οὕτωκαὶ ἄλλων λέγεται, ὧν ἐστι μέρος. τὰ δὲ πρός τι οὐκ ὄντά τι ἄλλοκαθ' αὐτὰ, ἔπειτα πρός τιλέγεται. ἀλλ' αὐτὸ τὸ εἶναι ἐν τούτω ἔχει, ἐν τῶ πρὸς ἕτερόνπως ἔχειν. οὐ γὰρ εἴτι μετ-ἄλλου ὑφέστηκεν, ἤδη καὶ πρόςτι ἐστὶν ὡς πρὸς ἐκεῖνο. καὶ γὰρ ἡ γραμμὴ, μετὰ τοῦπέδου ὑφέστηκε. καὶ οὐκ ἔστι πρός τι ὡς γραμμὴ πρὸς ἐπίπεδον. καθὸ δὲ πέρὰς, πρός τιἐστὶ πρὸς τὸ πεπερατωμένον. καὶ καθὸ δὲ μέρος τί, πρὸς ὅλον. οὕτω δὲ καὶ ἡ κεφαλη. ὡς μὲνοὐσία καθ' αὑτὴν, οὐκ ἔστι τῶν πρός τι. ὡς δὲ μέρος πρὸς ὅλον, ἔχει τὸ εἶναι. ὅλου γὰρμερος. καὶ τὸ ὅλον, μερῶν ὅλον. εἰ μέντοι κατὰ τὸ λέγεσθαι χαρακτηρίζοιτο τὰ πρός τικαὶ ἡ κεφαλὴ τοῦ κεφάλω τοῦ λέγεται, καὶ ἡχεὶρ τοῦ χειριδωτου, καὶ τὸ πηδάλιον τοῦπηδαλιωτοῦ. ἀλλὰ προσεκτέον, ὅτι καθ' ὁ μὲν κέφαλη, καὶ ὅπερ κεφαλὴ, οὐχ ἑτέρου. ἡ δὲ μέρος, ἑτέρου. κατὰ συμβεβηκὸς οὖν πρός τι. ὥσπερ καὶ οἰκία. καθὸ μὲνοικία,καθ' αὐτὴν. καθὸ δέ τινος κτημα, πρός τι. ἵνα οὖν μὴ ἐνοχλῆ κατὰ συμβεβικὸς πρός τι,