Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀποδίδωσιν ἄλλον ὅρον τῶν πρός τι παραιτησάμενος τὸν πρότερον. πρός τι λέγων εἶναιοἷς τὸ εἶναι ταύτον ἐστι τῶ πρός τίπως ἔχειν. τὸ γοῦν διπλάσιον ὅ ἐστι, ταυτόν ἐστι τῆ σχέσει ἡν ἔχει τὸ ὑποκείμενον. καὶ τοήμισυ ἀνάπαλιν, ταυτόν ἔστι τῆ σχέσει τῆ πρὸς τὸ διπλάσιον, καὶ οὐδὲν ἕτερον. ὁ δὲ πρότερος ὁρισμὸς ὁ κατὰ τὸ λέγεσθαι, παρηκολούθει μὲν ἄπασιτοῖς πρός τι ὡς κοινόντι συμβεβηκὸς καὶ πλεονάζον. οὐ μὴν κατὰ τοῦτο ἣν τὰ πρός τι,ἀλλὰ καθὸ τὰ ὑποκείμενα πλεονάζει τῆ σχέσει. διὸ ὁ μὲν πρῶτος ὅρος, τὸ τί ἐστιν οὐκἀποδέδωκε τῶν πρός τι. ὁδὲ δεύτερος, καὶ τὴν οὐσίαν ἀφωρίσατο. καὶ ἐκεῖνος μὲν, οὐκ ἄντιστρέφει πρὸς τὸ ὁριστόν. οὐ γὰρ εἴτι πρὸς ἕτερον λέγεται. ἐπειδὴ ἑτέρων λέγονται καὶ τὰ ἰδιὰκαὶ τα μέρη. τὸ γὰρ γελάστικὸν, ἀνθρώπου λέγεται. πάλιν δὲ ἡχείρ, τινὸς λέγεται,τοῦτο πρόσ τι ἐστὶν. οὗτος δὲ ἀντιστρέφει. ταῦτα μὲν οὖν τοῖς ἄλλοις ἐξηγηταῖς τοῦ ἀρι-στοτέλους δοκεῖ. ὁ δὲ κριτικώτατος συριανὸς, ὅτι μὲν φησίν, οὔτε τὴν πρώτην οὐσί-αν οὔτε τὴν δευτέραν πρός τι εἶναι ἀνέχεται, πάνυ κατορθοίῖ. πᾶσα μὲν γὰρ οὐσίακαθ' αὐτήν ἐστι καὶ ἑαυτῆς ὡς καὶ ἀρχύταδοκεῖ. τὰ δὲ πρός τι, τῆ πρὸς ἄλληλα σχέ-σει δέδεται, καὶ ἀλλήλων ἐστὶν. ὅτι δὲ παρέπεσθαι φησ τῶ ἀποδοθέντι λόγω τῶν προσ τιαιι οιει ςτὸ τινὰς τῶν δευτέρων οὐσιῶν εἶναι πρός τι, τοῦτο οὐκέτι ὁρῶπῶς γν. ε μὲν γὰρ ἁπλῶςεἴρητο πρός τι τὰ τινὸς λεγόμενα, ἴσως ἂν ἦν εἰπεῖν, ὅτι ἡχείρ τινὸς λεγομένη.πρός τι ἐστὶν. ἐπειδὴ δὲ σαφῶς εἴρηται ὅσα αὐτὰ ἅπέρ ἐστιν ἑτέρων εἶναι λέγεται, ἐξε-τάζειν ἔδει, εἰ ἡχεὶρ ὡςχειρ, καὶ καθὸ χεῖρετέρου λέγεται. ἢ ὡς μέρος καὶ οὐχ ἡ αὐτὸ ὅπερἐστὶν. ὥσπερ οὗν ὅτυν ὁ βοῶς ἡτὸ ξύλον, τινὸς εἶναι λέγεται, οὐχ ἡ ἐστιν ἄ ἐστιν, ἀλλ' ἡ κτήματά ἐστι τινὸς, οὕτως οὐδ' ἄν ἡ κεφαλὴ τινὸς λέγεται. ἡ τοιόνδε εἶδος ἔχει, τινος λέγεταιεἶναι, ἀλλ' ἡ μέρος ἐστὶ ζώου. καὶ συμβέβηκεν αὐτῶ ὥσπερ ἄλλα τινὰ, οὕτως καὶ ἡ σχέσιςτῶν πρός τι. καὶ οὐκ ἀναγκάζεται ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ καὶ τὰ καθ' ἑαυτὰ τῶν πρός τισυντάττεσθαι. καὶ γὰρ ὃν αὐτὸς ἀποδίδωσιν οἷς τὸ εἶναι ταυτόν ἐστι τῶ πρός τίπως ἔχειν,ἰσοδυναμεῖ καὶ κατὰ πορφύριον τῶ προτέρω. ὅς κατὰ τὴν χννοίαν ἀποδέδοται. οὐδὲγὰρ τὰ αὐτὰ ἅπέρ ἐστιν ἑτέρων εἶναι λεγόμενα δι' ἄλλοτι ἔχει τοῦτο, ἢ διὰ τὸ εἶναιαὐτῶν ταὐτὸν τῶ εἶναι τῶ προστίπως ἔχειν. ἴσως δὲ ἡ διαφορὰ ἐν τούτω ἐστὶ. καθό-σον ἐκεῖνος μὲν, ἀπὸ τοῦ λέγεσθαι τὸ εἶναι ἐνεδείξατο ὡς ἀπὸ ἐναργεστέρου. οὗτος δὲ, ἀπὸτοῦ εἶναι καὶ τὸ λέγεσθαι, ὡς ἀπὸ αἰτιωδεστέρου. ἐπὶ δὲ τοῖς εἰρημένοις, ὁ ἀριστοτέλης ὥσ-περ πόρισμά τι ἀναφαινόμενον παραδίδωσιν. ὅτι ἄντις εἰδῆτι τῶν πρός τι ὡρισμένως,καὶ το πρὸς ὁ λέγεται ὡρισμένως εἴσεται. τούτω δὲ ἑπόμενον δείκνυσι τὸ τὴν κεφαλὴν καὶ τὴν χεῖ-ρα, μὴ εἶναι τῶν πρός τι. τοῦ γὰρ τὸ ἄλλον σῶμα ἐγκεκαλυμμένου, γινωσκειν μέν ἐστι καὶτοῦ κεφαλὴν καὶ τὴν χεῖρα. ὅτου δέ ἐστιν, οὐκ ἔστιν εἰδέναι. καί τοιγε εἰ ἣν πρός τι, πάντως ἂνἔγνω μὲν ὥσπερ ἐπὶ τοῦ διπλασίου ὅτι ἡμίσεος. καὶ ὅτι μὲν ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς,καὶ τὸ ἕτερον ὡρισμένως οἶδε, δείκνυσιν ἐκ τοῦ τὸ πρός τι κατὰ τὴν σχέσιν τὴν πρὸςἕτερον θεω-ρεῖσθαι, καὶ διατοῦτο ἐν ὑπάρχειν τῆ σχέσει. καὶ συμπληροῦν αὐτὴν καὶ τὸ ἕτερον, πρὸς ὁἡ σχέσις. ὁ οὐν εἰδὼς τὸ ἕτερον ὡρισμένως, οἶδε καὶ τὸ λοιπὸν προσοπῶς εἶχε τὸ ἕτε-ρον τῶν πρός τι μετά δὲ τὴν ἀπὸ τῆς ἐννοίας ἔφοδον, καὶ ἐκ τῆς ἐπαγωγῆς τὸ αὐτὸ παρα-Κβ