Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τὴν στέρησιν. καὶ συνεμφαίνεται ἐν ἀμφοτέραις ὁ τοῦ εἴδους λόγος. ὅπου μὲν ἐν τῶ με-τέχεσθαι. ὅπου δὲ ἐν τῶ μὴ μετέχεσθαι. καὶ ἡστέρησις δὲ, ὡσαύτως συνεμφαίνει καὶ τὴντῆς ἕξεως ἀναιρέσιν, μεθῆς ἔχει τὸ εἶναι. τῆς γὰρ ἕξεώς ἐστι στέρησις. καὶ ὅτι οὐχ οὕτωςσυνυπάρχει ταῦτα ὡς τὰ ἐναντία, δῆλον εἴπερ ἀνάγκη μη εἶναι τὸ ἕτερον τοῦ ἑτέ-ρου ὄντος. συνεμφαίνει δέπως ἄλληλα, καὶ ταύτην συνύπαρξιν ἐκάλεσεν ὁ λόγος.ἀλλὰ δὴ καὶ ἡ κατάφασις φασὶ καὶ ἡ ἀπόφασις συνυπάρχουσιν. ὅπερ γὰρ ἄντις κατά-φηση, τοῦτο καὶ ἀποφῆσαι δυνατὸν, εἴτε ἀληθῶς, εἴτε ψευδῶς. οὐδὲν γάρτου δια-φέρει κατὰ τὸν λόγον. πάσαις ἄρα ταῖς αἰσθήσεσιν, ὑπάρχει τὸ ἅμα εἶναι. καὶ οὐμό-νοις τοῖς πρός τι. ὥστε οὐκ ἔστιν ἴδιον τῶν πρός τι. εἴπερ ἰδιον ἦν τὸ παντὶ καὶ μόνωὑπάρχον. πρὸς δὲ τοῦτο ῥητέον εἶναι, ὅτι οὔτε ἡστέρησις καὶ ἡ ἕξις, οὔτε ἡ κατάφασιςκαὶ ἀπόφασις κατὰ τὸ ἀληθὲς συνυπάρχουσιν, ἀλλὰ καὶ κατὰ τοῦτο μάλιστα οὐσίωνται, κατὰ τὸμη συνυπάρχειν. εἴπερ ἡ μὲν ἕξις, παρουσια τοῦ εἴδους ἐστιν. ἡ δὲ στέρησις, ἀπουσία. τοῦδὲ παρουσίαν τῆ ἀπουσία συνυπάρχειν, ἀδύνατον. καὶ τὴν κατάφασιν δὲ καὶ ἀπόφα-σιν, ἀδύνατον συνυπάρχειν, εἴπερ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἡ τὴν ἀπόφασιν ἀναγ-καῖον εἶναι ταύτη, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος διαιροῦσαν. εἰ δὲ διὰ τὸ συνεμφαίνεσθαιἀλλήλοις ὁπωσοῦν ταύτη δοκει συνυπάρχειν, καὶ τὰ μὴ συνυπάρχοντα αὐτῶ του-τω τῶ μὴ συνυπάρχειν, ἔχει τινὰ συνέμφασιν. τὰ μέντοι ἐναντία εἴδη ὄντα ἄμφωκαὶ ἴσοσθενή. πλὴν ὅτι καὶ τούτοις συνύπαρξις κατὰ σχέσιν ἐστί. καὶ τὸ πρόςτι. πρὸς ἀλλη-λα γὰρ ἀπονεύουσι μετέχοντα τοῦ πρόςτι. καὶ τὴν ἕξιν δὲ καὶ στέρησιν, καὶ τὴν κατά-φασιν καὶ ἀπόφασιν, εἴτις βιάζοιτο συνυπάρχειν τῶ συνεμφαίνειν ἀλλήλας καὶ ἐκείνας,ἀνάγκη κατὰ τὴν ὁ ποιανοῦν τοῦ πρός τι μέθεξιν, ταύτη ἔχειν τὴν συνέμφασιν. ἀπο-ροῦσι δὲ καὶ ἄλλας ἀπορίας οἰκείας, τῶ περὶ δυνατῶν λεγομένω σκέμματι. καὶ ἐξ ἐκεί-νου δυναμένας διακρίνεσθαι. Πῶς γὰρ δὴφασι τὸ αἰσθητον καὶ τὸ ἐπιστητὸν κρινούμεν.πότερον τῆ ἐπιτηδειότητι μόνη, ὥσπερ φίλων ἔλεγεν, κᾶν μήτε ἣν, μητε μέλληγίνεσθαι αὐτοῦ ἐπιστήμη. ὥσπερ τὸ ἐν τῶ ἀτλαντικῶ πελάγει ξύλον, καυστόν ἐστινὅσον ἐφ' ἑαυτῶ, καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν. ἢ ἄρα τῆ ἀκωλύτω ἐπιτηδειότητι, κριτέ-ον τὰ τοιαῦτα, καθόσον πέφυκεν ὑποπίπτειν ἐπιστήμη καὶ αἰσθήσει καθ' ἑαυτὰ, μη-δενὸς φανεροῦ κωλύματος ἐνισταμένου. ἢ τούτων μὲν, οὐδέτερον. τὸ δὲ ἐπιστητὸνλέγεται, ὅταν ἐπιστήμη αὐτοῦ ἧ. ἢ μέλλη ἔσεσθαι, καὶ μέλλη τῆ ἐκβάσει κρίνεσθαιἰ Π Ειτὸ δυνατόν. ἀλλὰ τὴν μὲν ἐπίκρισιν τούτων ὡς τῆς περὶ δυνατῶν χαλέπωτάτης θεωρίαςἐχομένην, παραιτοῦνταινῦν οἱ ἐξηγηταί. Τοσοῦτον δὲ μόνον τὰ νῦν λεγόμενα δια-κρίνουσι, ποία αἱρέσει συνάδει τῶν εἰρημένων, καὶ πρὸς ποίαν ἀναρμοστεῖ. καὶ γὰρ ὅταν μὲνἀριστοτέλης διορίζηται ὡς ἐπιστήμης μὴ οὔσης, τὸ ἐπιστητόν ἐστι. καὶ παντὸς ζώουἀναιρεθέντος, οὐ συναναιρεῖται τὸ αἰσθητον, ἐπὶ τὰς ψιλὰς ἐπιτηδειότητας ἡ τοῦδυνατοῦ κρίσις ἀποφέρεται. ὅταν δὲ μὴδὲ ὅλως εἶναι ἐπιστητὸν λέγηται ὑπότι-νων, ἐὰν μὴ ἡ ἐπιστήμη αὐτοῦ, τότε τῆ ἐκβάσει κρίνεται τὸ δυνατὸν κατὰ τούτους. καὶὅτι μὴ ὄντος ἐπιστήτου, οὐκ ἔστιν ἐπιστήμη συγχωρεῖται. ἀπὸ γὰρ τοῦ ἐπιστητοῦ γίνται