προεισελθεῖν σχέσιν, δι' ἣν οἰκείως, ἢ ἀλλοτρίως ἔχει τὰ πλείονα. καὶ οὕτως ἡ τῶν πρός-τι σχέσις συναπετελέσθη. μετὰ δὲ ταύτην, αἱ ἄλλαι πᾶσαι εἰσὶ κατηγορίαι. οὐ κατὰ τὴνσυμφυτον σχέσιν, ἀλλὰ κατὰ τὴν ἐπίκτητον καὶ ποικίλως συνισταμένην θεωρούμεναι.μαρτυρεῖδὲ τῆ τάξει, καὶ αὐτὸς ἀριστοτέλης. ὅτε γὰρ ἐν ἀρχῆ διηριθμεῖτο τὰς κατηγορίας, προέταξετου πρός τι τὸ ποιόν. εἰ δέ τις αἰτίαν τῆς τοι αὐτης τάξεως ἀποδι-δοίη, τὸ μήμεταξύ παρεμπίπτον τὸ πρός τι διακόπτειν τὴν ποιότητα ἀπὸ τοῦ ποι-εῖν καὶ πάσχειν, συμφυήοντα αὐτή. καὶ γὰρ τῆ ποιότητι καὶ τὸ ποιοῦν ποιεῖ, καὶ τὸ πά-σχον πάσχει. μαθέτω καὶ οὗτος, ὡς οὔτε δύναμις, οὔτε ἐνέργεια, οὔτε ποίησις, οὔτε κί-νησις, ποιήσει εν ἄντι εἰς ἕτερον, οὔτε πάθοι τί ὑφ' ἑτέρου, εἰ μὴ προκατάρχοι ἡ τοῦπρός τίπως ἔχοντος σχέσις, συνάπτουσα δι' οἰκειότητος τὸ ποιοῦν τῶ πασχοντι. ὥσ-τε τὸ μὲν, δύνασθαι ποιεῖν. τὸ δὲ, δύνασθαι πάσχειν. ἔδει οὖν καὶ ἄλλως προτετάχθαι τὴντοῦ πρός τι σχέσιν, ὡς κοινὴν καὶ σύμφυη. καὶ μετὰ τοῦ εἶναι θεωρουμένην. τὸ γὰρ εἶναιἔχει, ἐν τῶ προστίπως ἔχειν. καὶ διὰ τοῦτο προτέρα τῶν ἐπικτήτων σχέσεων ἐστὶ. καὶπαρὰ τὰ δοκοῦντα δὲ τῶ ἀριστοτέλει, ὁ τοιοῦτος ἐστὶν ἀπολογισμός. οὐ γὰρ ἐννοεῖ τὴν ἐντῶ κινεῖν καὶ κινεῖσθαι τῆς ἐνεργείας σχέσιν, πρὸς τὴν δύναμιν καθ' ἣν ἐξ ἀνάγκης προ-τέτακται προσεχῶς τῶν ποιούντων καὶ πασχόντων τὰ πρός τι. ὥστε οὐκ ἔδει διὰτοῦτο μετατιθέναι τὴν τῆς ποιότητος κατηγορίαν ὑστέραν. ἀλλ' οὐδὲ ἀνδρόνικὸν, ἀπὸδεκτέον, τὰ πρός τι μετὰ πάσας θέντα τὰς κατηγορίας. διό τι σχέσις ἐστὶ, καὶ παραφυά-διέοικε. προηγεῖται γὰρ ἡ συμφυὴς τῶν πρός τι σχέσις, τῶν ἐπικτήτων σχέσεων. ὡςκαὶ τῶ ἀρχύταδοκεῖ. Ταῦτα μὲν οὖν ἰστορείσθω, περὶ τῶν κατὰ τάξιν διαφόρων δογμάτων.ζητεῖν δὲ πάλιν ἄξιον, πῶς τοῦ ἀρχύτα τὴν ποιότητα καὶ τῆς ποσότητος προτάξαντος, ὁ ἀριστοτέλης οὐ μόνον τὴν ποσότητα, ἀλλὰ καὶ τὸ πρός τι προέταξε τῆς ποιό-τητος. ἡ ὁμ ἀρχύτας ὡς εἴρηται πρότερον, ὡς τοῖς νοητοῖς εἴδεσι φίλος, μετὰτὴν οὐσίαν εὐθὺς τὴν ποιότητα ἔταξε, καθ' ἣν ἡ τῶν εἰδῶν ἰδιότητος ἀφορίζεται. καὶ τὸποσον εὐθὺς ἐπήγαγεν, ὡς συγγενὲς καὶ τὸ αὐτὸ τῆ οὐσία, καὶ τῶν καθ' αὐτὸ ὑφέστηκότωνἀρχήν. καὶ τοῦτο μετὰ τὴν οὐσίαν καὶ τὴν ποιότητα. καὶ λοιπὸν μετὰ τὸ ποσὸν, ἔταξετὰ πρός τι, τὴν κοινὴν καὶ συμφυήσχέσιν τῶν ἰδίων καὶ ἐπικτήτων προτάξας. ὁ δὲ ἀρι-στοτέλης τὴν γεννητὴν καὶ σωματικὴν οὐσίαν ἐν τῆ παρούση διδασκαλία προτιμῶν, τὴνποσότητα ὡς σωματοειδεστέραν προέταξε τῆς ποιότητος. ἀκολούθως δὲ λοιπὸνκατὰ πάντας τοὺς τρόπους τῆς τάξεως, μετὰ τὴν ποσότητα ἐπήγαγε τὸ πρός τι. καθ'ἕνα μὲν λόγον, τὸν τῆς φύσεως. ἐπεὶ τοῦ ποσοῦ, τὸ μὲν, καθ' αὐτό ἐστι. τὸ δὲ, πρός τι.συνεχῆς δὲ τῶ ποσῶ γέγονεν ὁ περὶ τοῦ πρός τι λόγος. καὶ ἐπειδὴ τῶ ποσῶ συνυφίστα-ται ὑπεροχὴ καὶ ἔλλειψις, ὅθεν λόγοι θεωροῦνται τοῦ ὑπερέχον τος πρὸς τὸ ὑπερε-χόμενον, ἐν οἷς ἄπασιν αἱ πρός τι σχέσεις ὑφεστήκασι. καὶ ἐπειδὴ προυφεστῶτος μεγέθουςκαὶ πλήθους, ἐπι γίνται τὸ μεῖζον καὶ βραχύτερον, καὶ πλεῖον καὶ ἔλαττον, εἰκότως μετὰ τὸποσον τάττεται τὰ πρός τί. καὶ ἐπειδὴ κατὰ τὸ ποσὸν πλήθους τῆ οὐσία συνεισελθόντος, εὐθὺς καὶ σχέσις συναναφαίνεται, καθ' ἣν ἡ πρὸς ἄλληλα αὐτῶν κοινωνία καὶ διαφορὰ θεωρεῖ-Θ β
Einzelbild herunterladen
verfügbare Breiten