Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

αὐτοῖς ποσὸν, οὕτως καὶ τοῖς ποσοῖς τὸ ὅμοιον κατὰ τὸ ἐν αὐτοῖς ποιόν. καὶ γὰρ τὸτρίγωνον, ποσὸν μέν ἐστι κατὰ τὸ τῆς διαστάσεὡς αὐτοῦ μέτρητόν. ποιὸν δὲ κατὰτὴν μορφὴν καὶ τὴν ἰδιότητα, καθ' ἣν καὶ τὸ ὁμοιον ἔχει. ὥσπερ τὸ ἴσον κατὰ τὴνποσότητα. διὸ καὶ ὁμοία ὄντα, ἄνισα πολλάκις ἐστὶν. ὡς κατ' ἄλλο μὲν αὐτοῖς τῆς ὁμοι-ὅτητος, κατ' ἄλλο δὲ τῆς ἀνισότητος ὑπάρχούσης. Αλλοι δὲ ἀποροῦσι, πῶς ἐναντιό-τῆτα ἀπὸ τοῦ πόσου ἀνελὼν, ἐν τῶ ἰδιω αὐτῶ ἐναντίωσιν ὑπέθετο τοῦ ἴσου καὶ ἀνί-σου. Καὶ λύουσι λέγοντες τὴν τοῦ ἴσου καὶ ἀνίσου ἀντίθεσιν, μὴ εἶναι ὡς ἐναν-τίων, ἀλλ' ὡς πρός τι περὶ ποσὸν θεωρούμενα. ὥσπερ τὸ ὅμοιον καὶ ἀνόμοιον, πρός τιπερὶ ποιόν. ὅλως δὲ ὅπως ἂν ἔχοι τὸ ισον καὶ ἄνισον, οὐταὐτόν ἐστι τῶ ποσῶ, ἵνα καὶἐναντίωσιν ἔχη ἐν ἑαυτῶ τὸ ποσὸν, ἀλλ' ἐπισυμβαίνει τῶ ποσῶ. εἰ δέ τις ἐπὶ τῶν οὐσι-ῶν τὸ ἴσον καὶ ἄνισον τάττων, τὸν πύργον τῶ πύργω ἴσον λέγοι. ἐπὶ διαθέσεων,ἐνεργειῶν, οὐκ αθὸ οὐσίαι, οὐδὲ καθὸ ποι, ἀλλὰ καθὸ ποσοῦ μετέχουσιν, ὑπάρχειαὐτοῖς. ποῖον δέ ἐστι τὸ μέτρον ἐπὶ δυνάμεων καὶ ἐνεργειῶν, ἄρα ἀριθμός, τὸ τῆςρο-πης ποσόν. Αξιον ἂν εἴη ἐπιζητήσεως. ἐκδὲ τρίτου ἀποροῦσι, πῶς ἴδιον λέγεται τοῦποσοῦ τὸ ἴσον καὶ ἄνἴσον, εἴπερ μὴ πάντὶ τῶ ποσῶ ὑπάρχει. οὔτε γὰρ ἡμονὰς, οὔτε στιγμὴ ἴσα ἄνισα λέγεται. εἰ γὰρ ἴσα μὲν τὰ τῶ αὐτῶ μέτρω μετρούμενα ἰσάκις. ἄνισαδὲ, τὰ ἀνισάκις. οὔτε δὲ ἰσακις οὔτε ἀνισάκις τῶ αὐτῶ μέτρω μετρεῖται ποτέρο-νοῦν τούτων. ἦν γὰρ ἂν οὐκ ἔἐτι ἀμερὲς, δηλονότι οὔτε ἴσον, οὔτε ἄνισόν ἐστιν οὐδέτερον.ταύτην δὲ τὴν ἀπορίαν οἱ μὲν, λύουσι καὶ ποσὰ ὑποτιθέμενοι, ταῦτα καὶ ἴσα καὶ ἄνι-σα δεικνύοντες. καὶ εἴη ἂν οἰμαι τοιαύτη τίς δεῖξις ἡμονας. καὶ ἑαυτὴν καὶ τὰς ἄλλαςμονάδας ἴσακις μετρεῖ. ἅπαξ γὰρ μία. ὥστε ἴσαι ἔσονται αἱ μονάδες. καὶ τὸ σημεῖονὁμοίως. εἰ γὰρ ἐφαρμόττει πᾶν σημεῖον παντὶ, ἅπαξ ἑαυτότε μετρεῖ καὶ τὰ ἄλλα. τι-νὲς δὲ λύουσι τὴν ἀπορίαν, μὴ προσιέμενοι τὰ ποσὰ εἶναι τὴν μονάδα καὶ τὸ σημεῖον. εἰ μητε συνεχή ἐστι ποσά, μήτε διωρισμένα, ἐν δὲ τούτοις πάντα ἐστὶ τὰ ποσάοὐκἄνειη ποσά, οὐδὲ μετρη τὰ ἄρα. ὥστε οὐχ ἀρμόσει αὐτοῖς, οὐδὲ τὸ ἰσον οὐδὲ τὸἄνισον λέγεσθαι. καὶ γὰρ μὲν μονὰς, ἀρχή ἐστιν ἀριθμοῦ καὶ οὐκ ἀριθμός. δὲστιγμὴ, ἀρχὴ μεγέθους καὶ οὐ μέγεθος. ὥσ τε ἀρχὴ ποσῶν ἄμφω, καὶ οὐ ποσά.καὶ τοῦ ἴσου τοινυν καὶ ἀνίσου ἀρχαί εἰσιν. οὔτε οὖν ποσα, οὔτε ἴσα καὶ ἄλησα. ἀλλ' οὔτεπαντελῶς τούτων ἐκ βεβήκασι, διό τι ἀρχαὶ αὐτῶν εἰσιν. ἐπειδὴ δὲ ἐνταῦθα διαρθροῦν πορφύριος ἐπιχειρεῖ τῶ ἀνδρονίκω κατακολουθῶν, τὴν ἔννοιαν τοῦ, τε ἕνος καὶτῆςμοναδος καὶ τῆς στιγμῆς. οὐ τῶν κατ' ἰδέας λεγομένων, ἀλλὰ τῶν κατ' αἰσθησιν δι-ἄνοιαν ἐναργῶν, περὶ ὧν καὶ παροῦσα πρόθεσις πραγματέύεται, φέρε καὶ ἡμεῖς τοῖςλεγομένοις παρακολουθήσωμεν. ὅταν γάρφησιν ἐν λέγωμεν, μῆκος, πλάτος,βάθος, σκεπτέον πῶς τὸ ἓν φαμὲν. δῆλον, ὡς πότ' ἄντις σῶμα θεάσηται συνε-χὲς μὲν ὅλον ἑαυτὸ περὶ πάντα τὰ μόρια, περι γεγραμμένον δὲ ἰδία, καὶ τῶν ἄλλωνἁπάντων κεχωρισμένον, ἐν τὸ τοιοῦτον συνεχὲς ὀνομάζομεν, καὶ τὴν τῶν μορίων αὐτοῦπρὸς ἄλληλα συνέχειαν, ἕνωσιν. καὶ οὕτως τὸ τῶ ἀριθμῶ ἓν νοουμεν. τὸ δὲ τῶ εἴδει