ἀφωρισμένα. οὕτως γοῦν καὶ διάθέσις, διαθέσει. ἴση μὲν κυρίως οὐκ ἄν λέγοιτο. ὁμοία δὲ.εἰοὖν καὶ πᾶσιν ὑπάρχει τοῖς ποσοῖς, ὡς διὰ τῆς ἐπαγωγῆς ἔδειξε. καὶ μόνοις, ὡς νῦν ἐδὴλωσεν. οὔτε γὰρ ἐπὶ ποιότητος κυρίως λέγεται τὸ ἴσον, ἀλλὰ τὸ ὁμοιον. οὔτε ἐπὶ οὐσίαςκαθὸ οὐσία, ἀλλὰ καθὸ μεγέθους καὶ ποσοῦ μετέχει, εἰκότως ἰδιον λέγεται τοῦ ποσοῦ.ἀρχύτας δὲ καὶ αὐτὸς τοισον καὶ ἄνισον ἴδιον τοῦ ποσοῦ λέγων, ἐν πλήθει καὶ μεγέθειθεωρεῖσθαι φησὶν αὐτὸ καὶ ἐν ῥοπή. οὔτε δὲ οὐσία, οὔτε ποιότητι τούτων τί παρέπεσθαι.τριχως οὖν αὐτὸς τὸ ἴσον καὶ ἄνισον ἀφορίζεται, κατὰ τὰς τρεῖς τοῦ ποσοῦ διαφόρας.ὁ μέντοι ἀλέξανδρος ἀκολούθως τῶ ἀριστοτέλει τὴν ῥοπὴν οὐκ ἐν ποσῶ τιθέμενος,ἀλλ' ἐν τῶ ποιῶ, καὶ ἐπὶ τῶν βαρέων τοἰσον καὶ ἄνισον, οὐκυρίως λέγεσθαίφησιν, ἀλλὰκαταχρηστικῶς. τὸ γὰρ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐπὶ τοῦτων ἀρμόσει, ὥσπερ ἐπὶ τῶν ἄλλωνποιῶν. καὶ τὸ καταμετρεῖσθαι δέφησι, κοινότερον ἐπ' αὐτῶν λέγεσθαι. ὡς γὰρ ἐπὶ τοῦ λευ-κοῦ δεκαπλασίως λέγει λευκότερον τόδε τοῦδε, οὐτῶ τοῦ λευκοῦ δὲ κάτω μέρει καταμετρούμενον, ἀλλὰ τῶ τῆς ἐπιφανείας ἐνἡ τὸ λευκόν. εἰ δὲ οὕτως κατὰ συμβεβηκός ἔσταικαταμετρούμενον τὸ λευκὸν, οὕτως δὲ καὶ τὸ βαρυ καταμετροῖτο ἂν. τῶ γὰρ τὸ σῶμαἐνω ἡ βαρύτης καταμετρεῖσθαι. κατὰ ποιότητα γὰρ οὐ κατὰ μέγέθος τὸ βαρυ ἦν. ἐπεὶ πᾶνἦν τὸ βαρύτερον εὐθὺς, καὶ μεῖζον του κουφοτέρου. εἴγε ἦν καὶ πλειόνων μέτρων. εἰ δὲ μὴκαταμετρεῖται, οὐκ ἄν τὸ ἴσον καὶ τὸ ἄνισον λέγοι το ἐπὶ τοῦ βαρέος ἢ τοῦ κούφου.τΤαῦτα τοῦ ἀλεξάνδρου καὶ αὐτῆ λέξει κατὰ πολὺ λέγοντος, οἱ νεώτεροι τῶν ἐξηγητῶντρία γένη τοῦ ποσοῦ κατὰ τὸν ἀρχύταν τιθέμενοι, οὐδιὰ τὸ σῶμα μέτρη τὸν τὸ βάροςφασὶν, ἦν γὰρ ἂν τὸ αὐτὸ τοῦ σώματος καὶ τοῦ βάρους μέτρον, νῦν δὲ πολλαχοῦ ὑπε-ναντίως ἔχει τὸ τοῦ σώματος μέτρον καὶ τῆς ῥοπῆς. ὥσπερ ἐπὶ μολύβδου τὲ καὶ ἐρίο.ἡ μὲν τοῦ σώματος μέτρησις, ἄνισός ἐστιν ἂν οὕτω τύχη. ἡ δὲ ῥοπή, ἴση. ἢ καὶ ἀνάπαλιν.οἱ μὲν ὄγκοι ἴσως ἕξουσιν. αἱ δὲ ῥοταὶ, ἀνίσως. καὶ σχεδὸν ἐπὶ πάντων τῶν σημάτων,ἄνισοι τοῖς ὀγκοις εἰσὶν αἱῥοπαι. καὶ γὰρ καὶ ἄλλο ποσου εἶδος ἐν τῶ μεγέθει, καὶ ἄλλο ἐντῆροπή. ἡ γὰρ μνᾶ καὶ τὸ τάλαντον, κατ' εἶδος διαφέρει τοῦ ποδὸς καὶ τοῦ πήχεος. ὥσ-τε ἡ ὑπὸ ἄλλου ποσουμετρεῖται, οὔτε ποιόν ἐστιν, οὔτε ἔν τινι τῶν ἄλλων ποσῶν περιέ-χεται. ὁ δὲ ἀλέξανδρος προσλαβων οὐκ οἶδα ὅπως τὸ ἐνάρχὴ τῶ κατὰ μέγεθος μόνον εἶ-ναι τὸ μέτρη τὸν, ἀλλὰ μὴ καὶ κατὰ ῥοπὴν συνήγαγε τὸ εἶναι μὴ ποσὸν τὴν ῥοπὴν,ἀλλὰ ποιόν. καίτοι εἰ τὸ βαρύ τοῦ βαρέος κατὰ ποιότητα διέφερε, χαρα κτήρωνἄντισι διαφοραῖς ἐγένετο ἡ παραλλαγη. ὡς καὶ ἐπὶ τῶν ἄλλων τοῦτο θεωρεῖται, ὅσαποιότησι παραλλάττει. νῦν δὲ ἡ μὲν ῥοπὴ, καθόσον ἐστὶ ῥοπὴ, τὴν αὐτὴν ἔχειι διότητα.τὸ δὲ ἕλκειν τόσονδε ἡ τοσόνδε, παραλλάττει κατὰ τὸν λογισμὸν τῆς ἐπὶ τὸ μέσον συννεύσεως. τρία οὖν εἴδη του πόσου. καὶ τριχῶς ἐπ' αὐτῶν θεωρεῖται, τό, τεἴσον καὶ τὸ ἄνι-σον. Αποροῦσι δέ τινες, πρὸς τὰ ὑπ' ἀριστοτέλους εἰρημένα. εἰτὸ ὁμοιον καὶ ἀνόμοιονμὴ ἔστι ποσοῦ ἴδιον ἀλλὰ ποιοῦ, πῶς ὅμοια μεγέθη λέγεται. ὁμοια γὰρ τρίγωνακαὶ τετράγωνα ἔχομεν παρὰ τοῖς γεωμέτροις ἀναγεγραμμένα. καὶ δῆλον ὅτι καὶἀνόμοια. Πήποτε οὖν ὥσπερ τοῖς ποιοῖς τὸ ἴσον ὑπάρχει κατὰ, τὸ συνυπάρχον
Einzelbild herunterladen
verfügbare Breiten