Οὐδοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἥττον. ἕως τοῦ, ὥστε τὸ ποσὸν,οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἤττον. αι τοῦτο τῆ οὐσία προσεοικὸς ἔχει τὸποσόν. φημὶ δὲ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἤττον. καὶ γὰρ καὶ αὐτὸως περἡ οὐσία οὐ μετέχει τῆς κατὰ τὸ μᾶλλον καὶ ἡττον ἀπειρίας, διότι ἐν ὡρισμένω ει-δεικεκράτηται. καὶ διὰ τούτου δὲ δείκνυται τὸ μὴ εἶναι ἐναντίωσιν ἐν τῶ ποσῶ. τὰγὰρ μη ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἡττον, οὐδ ἂν ἐναντίωσιν ἔχειν λέγοιτο. ἀρδ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς, ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοῦ προυπάρχον-εἴδους. μίξει γὰρ τοῦ ἐναντίου ἡ ἀμύδρωσις. διὸ οἷς ἐστιν ἐναντίον, τούτοις ὑπάρ-χει τὸ μᾶλλον καὶ τοῆττον. καὶ ἀνάπαλιν. τὴν δὲ ἀπόδειξιν ἐκ τῆς ἐπαγωγῆς ὁ ἀρι-στοτέλης ἐποιήσατο τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἡττον, ἐπί τε τὰ ἀφωρι-σμένα ποσὰ ἐπιῶν, ὅταν λέγη τὸ διπηχυ καὶ τὰ τρία. καὶ ἐπὶ τὰ ἀόριστα, ὅταν λέ-γη οὔτε χρόνος ἑτέρου μᾶλλον χρόνος. αἴτιον δὲ οἶμαι τοῦ, τὸ ποσὸν μὴ ἐπιδέχε-σθαι τὸ μᾶλλον καὶ τοῆττον. τὸ καὶ τὰ ἄλλα κατὰ τὸ ποσὸν ὁρίζεσθαι καὶ μετρεῖσθαι.εἰ οὖν καὶ τῶν ἄλλων ὅρος γίνεται τὸ ποσὸν, πῶς ἂν αὐτὸ τῆς κατὰ τὸ μᾶλλον καὶ ἡτ-τὸν ἀὀριστίας μεταλαμβάνει. εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν, καὶ πλείονα ἀρι-θμὸν ἀριθμοῦ, καὶ ἐν τούτω πολὺ τὸ μᾶλλον καὶ ἡττον θε ώρουμεν. μαλλον γὰρ μεί-ζων τοῦ ὑμητοῦ ὁ καύκασος, ἢ ὁ ἄθως. καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ἑπτα ἡ τὰ πάντε.κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον καὶ ἡττον ὑπάρχειν ἐροῦμεν. εἰ δὲ καὶ μᾶλλον μείζων ὁκαύκασος, ἥττων δὲ ὁ ἄθως, καὶ ἔτι ήττων ὁ ὑμηττὸς, κατὰ τὸ ἀόριστον συγχωρήσοι ἂντις ἐπιδέχεσθαι καὶ τὸ ποσὸν, τὸ μᾶλλον καὶ τὸ ἤττον, ὥσπερ καὶ ἐναντίωσιν. τὸ γὰρμὴ πρός τι λεγόμενον μέγα, ἀλλὰ καθ' αὑτο, ἀντίκειται τῶ καθ' αὐτὸ λεγομένωμικρῶ. καὶ οὕτως ἀνδρόνικὸς διατάττεται. πλωτῖνος δὲ, οὐδὲ εἶναι ὅλως πρός.τι μέγα φησὶν, ἀλλ' ἀκύρως πολλάκις ἀντὶ τοῦ μεῖζον τὸ μέγα λέγειν ἡμᾶς.Ιδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσοντε καὶ ἄνισον λέγεσθαι. ἕως τοῦ, ὥστε τοῦ πο-σοῦ μάλιστα ἂν εἴη ἰδιον τὸ ἰσόντε καὶ ἄνισον λέγεσθαι. Αποδοὺς τῶν παρακολου-θούντων τῶ ποσῶ τὰ κοινὰ, καὶ πρὸς ἄλλας κατηγορίας τὸ ἰδιον νῦν ἀποδίδωσιν. ὁ καὶπαντι καὶ μόνω τῶ ποσῶ ὑπάρχει. τοῦτο δέ ἐστι, τὸ ἴσοντε καὶ ἄνισον λέγεσθαι. πά-λιν διὰ τῆς ἐπαγωγῆς ἀποδείκνυσιν ἐπί τε τὰ συνεχῆ καὶ ἐπὶ τὰ διωρισμένα πο-σα, καθ' ἕκαστον ἐπιών. ὅτι δὲ ἰδιον τοῦτο τοῦ ποσοῦ, δείξαις ἂν οὕτως. Τὸ ποσὸν κα-θο ποσὸν, μετρητόν ἐστι. τὸ δὲ μέτρητον, ποτε μὲν τοῖς αὐτοῖς μέτροις μετρεῖσθαι πέ-φυκε. ποτε δὲ πλείοσιν ἢ ἐλάττοσιν. ἔστι δὲ τὸ μὲν τοῖς αὐτοῖς μέτροις μετρούμενον, ἴσον.τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν, ἄνισον. τὸ ἄρα ποσὸν καθὸ ποσὸν, ἴσοντε καὶ ἄνισον λέγε-ται. καθὸ γὰρ ποσὸν, μέτρητὸν. καθὸ δὲ μέτρητον, ταῦτα αὐτῶ ὑπάρχει. καὶ γὰρκαὶ τοῖς ἄλλοις τὸ μέτροις εἶναι, διὰ τὸ ποσὸν ὑπάρχει. οὐ γὰρ ἡ ξύλον μετρεῖ-ται τὸ ξύλον, ἀλλ' ἡ μέγεθος καὶ ποσόν. κυρίως οὖν ἐπὶ τοῦ ποσοῦ, τὸ ἴσον τε καὶἄλνισον λέγεται. ἐπὶ δὲ τῶν ἄλλων, οὐκυρίως. λευκὸν γὰρ λευκῶ ἴσον οὐκυρίως, ἀλλὰκατὰ χρηστικῶς λέγεται. κυρίως δὲ, ὅμοια τὰ λευκά. καὶ πάντα τὰ κατὰ ποιότητα
Einzelbild herunterladen
verfügbare Breiten