Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μὲν κατὰ διάστασιν, τὸ κατὰ διάμετρον ἠναντίωται. ὡς δὲ ἐν σφαίρα καὶ ἐνκόσμω,καὶ κατὰ τὸ εἶδος αὐτὸ, τὰ μὲν κατὰ διάμετρον ἐν τῶ περιξόντι, ἄμφω τῆς αὐτῆς ἐστι φύ-σεως, καὶ οὐδὲν ἀλλήλων διαφέρει. τὸ δὲ μέσον, τοῦ περιξκατ' αὐτὸ τὸ εἶδος διέστηκε.διὸ καὶ αὐτὸς εἶπετῶ μέσω, διάστασιν πλείστην εἶναι πρὸς τὰ πέρατα τοῦ κόσμε.ἵνα ὅλον τὸ ἄνω λαμβάνη, ὡς ὁμοφυὲς πρὸς ὅλον τὸ κάτω. ἵνα δὲ μὴ τὸ ὡς πρὸςἡμᾶς ἄνω καὶ κάτω νομίζη τίς λέγεσθαι, τὸ μέσον καὶ τὸ πέριξ παρέθετο κατὰ φύσιν, καὶἀμετάβλητον ἔχοντα τὴν διαφοράν. Αλλὰ πῶς ἄνω τὸ κυκλοφορικόν ἔσται σῶμα.κούφου γὰρ καὶ πυρὸς ἡ χώρα αὕτη. ἔστι μὲν φύσις τοῦ πυρὸς ὁ ἀνωτόπος. κατὰ συμ-βεβηκὸς δέ ἔσται καὶ τῆς πέμπτης οὐσίας. ἰδια μὲν γὰρ αὐτῆς, ἡ κύκλω. αὕτη δὲ τοῦπεριξ. συμβεβηκε δὲ αὐτῆ ἀνωτέρω εἶναι τοῦ πυρὸς ὥσφησιν ἰάμβλιχός. ἄλλο τοῦτοσυμβεβηκὸς λέγων, καὶ οὐχοἷον τὸ ἐν τῆ γενέσει παρυφιστάμενον. ἀλλ' ἐπειδὴ καὶ τοῦἄνω ἐπέκεινα, καὶ περιεκτικόν ἐστι τοῦ ἄνω, διὰ τοῦτο ἀνωτάτω ἂν λέγοιτο δικαίως.Αλλὰ τὸ ἄνω καὶ κάτω φασίν, ὅσα μὴ πρός τι λέγεται, αὐτόθεν ἐναντία ἐστὶ μέρητό-που ὄντα, καὶ οὐ διαφοραὶ κατὰ μερῶν κατηγορούμεναι. κάτω μὲν γάρἐστι, τὸ μέσον. ἄνωδὲ, τὸ περιξ. ὁρίζει δὲ ταῦτα, τὴν τῶν κούφων καὶ βαρέων φυσικὴν κατὰ τόπον κίνησιν,πλεῖστον ἀλλήλων διεστηκότα. Αλλ' εἰ μὲν ἦν φασιν ὁ τόπος αἰτιος τῆς ἐπὶ τοσονδεκινήσεως, καὶ τῆς ἐν τῆστάσει καὶ φορᾶ τῶν σωμάτων ἀποπερατώσεως, ἠ δύνατότις λέ-γειν, ὅτι ὁ τόπος καθ' αὑτὸν ὁρίζει τὰ κινούμενα. εἰ δὲ ἡ σύστασις τῶν σωμάτων καὶ ἡκατὰ τὴν οὐσίαν κίνησις τὰ πέρατα ἀφορίζει τοῦ τόπου, οὐκ ἄν εἴηκαθ' ἑαυτὸν ὁ τό-πος, οὐδᾶν ἔχη μέρηταῦτα. Πόλλη δὲ καὶ περὶ τόπου γέγονε τῶν δοξασμάτων δια-φορά. οἱ μὲν γὰρ κατὰ, τὸ πρός τι φασὶν αὐτὸν ἀφορίζεσθαι. καθὸ γὰρ περιεκτικόῖἐστι τοῦ σώματος, νενόηται ὡς τόπος. τὸ δὲ περιέχον, πρὸς τὸ περιεχόμενον λέγεταιὡς πρός τι. οἱ δὲ διάστημα αὐτὸν εἶναι λέγοντες, ποσὸν εἶναι φασὶν, ἀλλ' οὐ πρός τι.καὶ τὸ ἄνω δὲ καὶ τὸ κάτω. οἱ μὲν, ἐν τῶ παντὶ ἀπολείπουσι. καὶ ἐναντία αὐτὰ τίθεν-ται. οἱ δὲ, οὔτε ἐναντία ταῦτα εἶναι συγχωροῦσιν, οὔτε ἐν τῶὶ παντὶ ὅλως ὑφεστάναιλέγουσιν. εἶναι γὰρ τῶν πρόςτι. ὥσπερ τὸ δεξιὸν καὶ ἀριστερόν. οἱ δὲ πυθαγόρειοι τὸντόπον, περὰς ἁπάντων εἶναι τῶν ὄντων φασί. τῆ μὲν λέξει, ταύτον τῶ ἀριστοτέλειλέγειν δοκοῦντες. τῶ δὲ ἀληθεῖ, παμπόλυ διαφέρουσιν. ὁ μὲν γὰρ τὸ περὰς τοῦ περι-έχοντος καθὸ περιέχει τὸ περιεχόμενον, τὸν τόπον εἶναι φησί. διὸ τὸν ἐξωτά-τω οὐρανὸν, οὐδέ φησιν εἶναι ἐντόπω. οἱ δὲ, τὸ ἑκάστου τῶν ὄντων περας εἶναι λέ-γουσι τὸν τόπον. τὸν ἑκάστου εἴδους ὅρον. ἐν ὧ ἴδρυται καὶ ὑφ' οὗ ἀνέχεται, τόπονλέγοντες. οὕτως δὲ τοῦ τόπου καθολικώτερον καὶ θεωρητικώτερον ἀποδοθέν-τος, καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν θεωρητέον, καθαρότητι καὶ δυνάμειπροέχον. καὶ πᾶσι τοῖς τοιούτοις. τὸ δὲ κάτω, τοῖς ἀντικειμένοις. καὶ δῆλον ὅτικοινῶς οὕτως καὶ ἀπολύτως ἐπὶ πάντων ταῦτα δυνατὸν θεωρεῖν. καὶ κατὰ τὴν ἰδίανἑκάστου φύσιν αὐτὰ περιλαμβάνειν. διὰ τοῦτο γὰρ καὶ ἡ ἐν τῶ παντὶ ἀνέχουσα πάντακαὶ σφίγγουσα δύναμις, ἐν τῶ οὐρανῶίδρυται, κατὰ τὴν ὑπεροχὴν τοῦ πάντων πέρατος.