ἀσφαλῆς λοιπὸν ὁ λόγος ὁ καθόλου δεικνὺς τῶ ποσῶ μηδὲν εἶναι ἐνἂντίον. καὶ πρό-τερον μὲν τὸ μέγα καὶ μικρὸν ὡς ποσὰ ἐναντία παράγάγων, ἔδειξεν ὅτι οὐ ποσά ἐστιν,ἀλλὰ πρός τι. οὐδὲ εἰποσά τις αὐτὰ συγχωρήσει εἶναι, ἐναντία ἔστιν. νῦν δὲ τὸν τόπονπαρατίθεται. τὴν ἐναντιότητα τοῦ που λέγων, περὶ τὸν τόπον μάλιστα δοκεῖν ὑπάρ-χειν. οὐκ ἀρεσκόμενος τοῦτο ὡς οἷεται. αὐτὸς γὰρ εἶπε σαφῶς, ὅτι τῶ ἀφωρισμένωποσῶ οὐδέν ἐστιν ἐναντίον. ἀφωρισμένον δὲ ποσόν ἐστι τὸ ἄνω τοῦ τόπου μέρος. λέ-γει οὖν ὅτι οὐκ ἔστι μὲν οὐδὲ περὶ τοῦτο ἐναντίωσις. δοκεῖ δὲ εἶναι. τί οὖν οὐκ ἀντίκειταιτὸ ἄνω τῶ κάτω. ἢ οὐ καθὸ ποσὸν ἀντίκειται. ποσὸν γάρἐστι, καθὸ ἐπιφάνεια, καὶ δι-ἡ διάστασις. κατὰ δὲ τοῦτο, οὐδὲ μίαν ἔχει ἀντίθεσιν. ἀλλ' ἢ ἄρα καθὸ πρός τι. ἢ καθὸποῦ, ἢ τοῦ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται. τῶν γὰρ πρός τι τινὰ δέχεται ἐναντί-ωσιν, ὥσπερ καὶ τὸ ποῦ. καὶ εἴρηται πολλάκις, ὅτι πολλὰ τῶν ὄντων, κατ' ἄλλο καὶἄλλο ὑπὸ διαφόρους ἀνάγεται κατηγορίας. ἄμεινον δὲ ἴσως λέγειν, ὅτι ὡς πρὸς τὸπαν, κάτω μέν ἐστιν, ἐφ' ὁ τὰ βάρη ἔχοντα φέρεται. ἄλνω δὲ, ἐφ' ὁ τὰ κοῦφα. καὶ κάτωμέν ἐστι, καὶ τὸκέντρον τὸ μέσον. ἄνωδὲ, τὴν περὶ τὸ μέσον, καὶ τὴν περὶ τὸ κέντρον. ἐν σφαί-ρα γὰρ τὸ κάτω καὶ ἄνω οὕτως θεωρεῖται. ὡς δὲ πρὸς ἡμας, κάτω μὲν τὰ ὑπὸ τοὺςἡ μετέρους πόδας. ἄνω δὲ, τὰ ὑπὲρ τὴν ἡ μετέραν κεφαλήν. τούτων οὖν οὕτως ἐχόν-των, τὰ μὲν πρὸς ἡμᾶς λεγόμενα ἄνω καὶ κάτω, μόνως ἐστὶ πρός τι. συμμεταβάλ-λει γὰρ ἑκάστοτε, καὶ οὐκ ἔστι φύσει. τὰ δὲ ἐν τῶ κόσμω, καθόσον μνν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων, τὸ εἶναι πρός τι ἐστὶ. καθόσον δὲ τῆ αὐτῶν φύσει τοιαῦτά ἐστιν, ὁ ποῖα λέγεται καὶ οὐδέποτε μεταπίπτει. καὶ τῶν ἐναντίων ἐστὶ δεκτικά. καὶ ἡ πλεῖστον διέστηκε, ταύτη ἐν ἀν-τία ἐστὶν. ὥστε οὐ δὲ καθὸ πρός τι, ἐναντία ἐστὶν, ὅπερ ἐδόκει λέγεσθαι πρότερον. οὐδ' ὅτιμᾶλον καθὸ ποσόν ἐστι ταύτη, πρός τι ἐστὶν ἢ ἐναντία, ἀλλ' ἄμφω ταῦτα. καὶ τὸ πρός τι καὶτρ' ἐναντίον, τῶ αὐτῶ συμβήσεται τῶ ποσῶ τῶ κατατὸν τόπον, κατὰ τὰς εἰρημέναςδιαφορας. ἀλλ' οὐ καθὸ ποσόν. δηλοῖ δὲ καὶ αὐτὸς, οὐ τῶ ποσῶ εἰπὼν, ἀλλὰ τοῦ ποσοῦ εἶ-ναι τὴν ἐναντιότητα. καὶ οὐ τῶ τόπω, ἀλλὰ περὶ τὸν τόπον. καὶ οὐκ εἶναι ἁπλῶς,ἀλλὰ δοκεῖν ὑπάρχειν. οἱ γὰρ τοιοῦτοι προςδιορισμοὶ, σαφῶς ἐκεῖνὁ ἐμφανίζουσιν.ὅτι ὥσπερ τὸ εὐθυ καὶ τὸ κυρτὸν, οὐ καθὸ ποσὰ ἠναντίωται, ἀλλὰ ποσοῖς οὐσικαί-τι ἄλλο συμβέβηκεν, οὕτως καὶ περὶ τὸν τόπον ταῦτα συμβέβηκε. καὶ ὥσπερ τὸζῶον αὐτὸ μὲν ἐναντίον οὐδὲν ἔχει κατὰ διαφορὰς ἐναντίας τέμνεται, οὕτω καὶ ὁτόπος κατὰ διαφορὰς ἐν ἀντίας διαιρεῖται. οὐκ αθὸ ποσὸν οὖν ἡ ἐναντίωσις γέγο-νεν, ἀλλὰ κατ' ἄλλα τινὰ ὑπάρχοντι τῶ τόπω ποσῶ. ἐπεὶ δὲ καὶ περὶ ἄλλα ποσᾶ ἡἐναντίωσις συμβαίνει, τὸ μάλιστα ἐναντίον τῶ τόπω προσέθηκε. διὰ τὸ καὶ τὰἄλλα ἐναντία, ἀπὸ τῆς κατὰ τὴν τόπον διαστάσεως χαρακτηρίζεσθαι. λέγουσιν οὖν ἐναντία, τὰ πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλ' ἐπὶ μὲν τοῦ ποιοῦ, εἰ δητική ἐστιν ἡ διά-στασις. ἐπὶ δὲ τοῦ ποσοῦ, διαστηματική. ἥτις καὶ κυριωτέρα διάστασις λέγεται. καὶ ἀπὸταύτης, καὶ αἱ ἄλλαι. Αλλ' εἰ τὸ πλεῖστον διεστηκὸς ἐναντίον, πλεῖστον δὲ διέστη κεν ἐνσφαίρα τὰ κατὰ διάμετρον, πῶς φησιν οὐταῦτα ἐναντία, ἀλλὰ τὸ μέσον τῶ περιξ-
Einzelbild herunterladen
verfügbare Breiten