εἶναι τὰ μετέχοντα, οἷοἱ πέρ εἰσιν αὐτοί. ὥσπερ μεγέθους καλοῦ καὶ τῶν ἄλλων.καὶ τὰ μὲν ἀπολύτως αὐτῶν μετέχοντα, ἔσται ἁπλῶς εἰδοποιούμενα. τὰ δὲ ἐν σχέ-σει τῶν πρός τι, ὥσπερ εἰ λέγοι τίς θέρμον μὲν ἁπλῶς, θερμότερον δὲ τῶ πρός τι.καὶ τὰ μὲν, ὡς καθ' αὑτὰ. τὰ δὲ, ἐνετέροις. καὶ τὰ μὲν, ὡς αὔλα. τὰ δὲ, ὡς ἔνυ-λα. θεωρητικώτερον δὲ τοῖς εἰρημένοις περὶ τ τοῦ ποσοῦ ἐπιβάλλων ὁ θεῖος ἰάμ-βλιχος, παντὸς φησί ποσοῦ κοινὴ ἔννοια τοιάδέ ἐστὶ. ποσὸν ὑπάρχει, τὸ διαιρε-τὸν εἰς ἐν ὑπάρχοντα μέρη. τοῦτο γὰρ ἐπὶ πλήθους καὶ μεγέθους ὡσαύτως διατεί-νει. τούτου δὲ τὸ μὲν, ἀριθμητόν ἐστι. τὸ δὲ, μετρητὸν. καὶ ἑκάτερον λέγεται καὶἀορίστως πῶς καὶ ὡρισμένως. οἷον τὸ μῆκος ὡρισμένως, ὅτι μετὰ περάτων. ἀορί-στως δὲ, ὅτι ἄδηλον μέχρι πόσου τὰ πέρατα ἀφορίζονται. εἰ δὲ πάντα κατὰ τὴνκοινωνίαν τοῦ αὐτου γένους ἤτοι τοῦ ποσοῦ ἀφώρισται, οὐδὲν διαφέρει. εἰ τὸ μὲν, ἐφἓν. τὸ δὲ, ἐπὶ δύο. τὸ δὲ, ἐπὶ τρία διέστηκεν. οὐ γὰρ διὰ τοῦτο ἀπογνωστέον τὴν μέτουσι-αν τοῦ κοινοῦ γένους. οὐδὲ ἐπὶ τῶν ἀριθμν. ὅτι ἡ δυας τῆς τριάδος προηγεῖται.καὶ αὐτὴ τῆς τὲ τράδος. καὶ ἐφεξῆς. οὐ γὰρ ἡ δυας τὴν τριάδαποιεῖ. ὡς προτέρα οὖσα,τὴν δευτέραν. ἀλλὰ κατ' ἄλλο μὲν τὸ πρότερον αὐτῆς καὶ ὕστερον διηρίθμηνται.κατ' ἄλλο δὲ ἡ κοινωνία αὐτῆς τοῦ γένους ἐν ὑπάρχει. καθ' ἣν, οὐδὲ μᾶλλον οὐδὲ ἡ τ-τὸον τὰ ἕτερα ἐν αὐτῆ περιέχεται. ἐν δὲ τούτοις τὰ μὲν ἄλλαμοι φανερα δοκεῖ κα-λῶς εἰρημένα. Πῶς δὲ ποσὸν εἶναίφησι τὸ διαιρετὸν εἰς ἐν ὑπάρχοντα μέρη.οὐ πανυτί παρακολουθῶ. τοῦτο γὰρ ὅλου μᾶλλον οὐχὶ ποσοῦ παραστατικὸν μοιδοκεῖ. ἄλλη δὲ ὅλου καὶ ἄλλη πόσου ἔννοια. τὸ μὲν γὰρ ὅλον, καὶ τὰ μέρη ἔχειν καὶτῆ οὐσία ὑπάρχειν. καὶ οὐκ ἀθὸ ποσὸν, ἀλλὰ καθὸ εἶδος, ἢ ἀτομόν. διὸ καὶ ἀριστο-τέλης, μηταραττέτω φησὶν ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν, ὡς ἐν ὑποκειμένοις ὄντα τοῖςὅλοις. εἰ οὖν μέρη ἔχει ἡ οὐσία, ἡ μὲν κατὰ τὸ εἴδος, τὰ συμπληρωτικὰ τοῦ εἴδους.οἷον, τὸ ζῶον. τὸ λογικὸν. τὸ θνητὸν. ἡ δὲ κατὰ τὸ ἄτομον, τὰ συμπληρωτικὰ τοῦ ἀτό-μου. οἷον, κεφαλήν. χεῖρας. πόδας. δηλονότι, καὶ διαιρεῖται εἰς τὰ ἐν ὑπάρχονταμέρη. ὥστε οὐκ ἔστι τοῦ ποσοῦ ἴδιον. ἀλλ' ἐκεῖνο καθὸ δυνατὸν εἰπεῖν, ποσόν ἐστιν ἕκα-στον. οἷον, δύο. ἢ τρία. ἢδι πηχυ. τὸ γὰρ μέτρον, διον τοῦ ποσοῦ. κᾶν γὰρ ἀόριστον ἢ πο-σὸν, οὕτως ἀόριστον λέγεται, ὡς μήπω τοῦ μέτρου γνωσθέντος. κᾶν ἄπειρον ὑποτεθῆτι, οὕτως ἄπειρον ὑποτίθεται, ὡς ἀδιεξιτήτως κατα μετρούμενον. ὅπερ γὰρ καὶπρότερον εἴπον, οὐδὲ ἡ διάστασις καθ' αὐτὴν μόνη δοκεῖμοι ποσὸν εἶναι, ἀλλὰμᾶλλον ποιόν. ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα, διὰ τὸ ἐφ' ἓν καὶ ἐπὶ δύοκαὶ ἐπὶ τρία διεστάναι, ποσόν ἐστι καθ' αὑτὰ. λήποτε δὲ ὁ θεῖος ἰάμβλιχος, κατὰ τὸδιαιρετὸν ἀφωρίσατο τὸ ποσὸν, ἀλλ' οὐχὶ κατὰ τὸ εἰς μέρημόνον. τὸ γὰρ διαιρετὸνεἰς τὰ μέρη, οὐχ ὡς ὅλον μόνον, ἀλλὰ καὶ ὡς ἓν εἰς πολλὰ διαιρεῖται. ὅπερ ὡς πο-σῶ ὑπάρχει. Πάλιστα δὲ ἡ ἐναντιότης τοῦ πόσου, περὶ τόπον δοκεῖ ὑπάρχειν.ἕως τοῦ, ἐναντία ὁρίζονται. Εἶπων τῶ ποσῶ μηδὲν εἶναι ἐναντίον, πάνυ ἐπι-στη μονικῶς παρατίθεται τὰ δοκοῦντα ποσᾶ καὶ ἐναντία. τούτων γὰρ διελεγχθέντων.
Einzelbild herunterladen
verfügbare Breiten