Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ ἀὕλοις εἴδεσι θεωρεῖσθαι. τὰ μὲν καθ' αὑτὰ, τὴν ὑπεροχὴν τῆς δυνάμεως. τὰδεκατὰ τὸ πλῆθος, τῶν καθαρῶν λόγων. τὰ δὲ πρός τι, ἅπερ κατὰ συγκρισιν λέ-γεται, ἐν τοῖς ἐνύλοις ὁρᾶν. ἐν οἷς καὶ τὸ μᾶλλον καὶ ἡττον καὶ τἀναντία ἅμα κατὰτὴν πρὸς ἕτερον καὶ ἕτερον ἀναφοράν. προσιόντος γὰρ τοῦ εἴδους τῆ ὕλη, σύμμι-κτός τις ἀπ' ἀμφοῖν γίνεται δύναμις, καθ' ὅσον μὲν γὰρ μεταλαμβάνει τοῦ εἴδους,ὁμοιοῦται πρὸς αὐτὸ, καὶ γίνεται πολὺ καὶ μεγατὸ χνύλον. κατὰ δὲ τὴν οἰκείανἀπειρίαν τοῦ μᾶλλον καὶ ἡττον, καὶ τῆς πρός τι σχέσεως, καὶ τῆς ἐπὶ τὰ ἐναντία μεταβολης μεταλαμβάνει. τοῦτου δη οὖν φησιν οὕτως ἔχοντος, οὐκ ὀρθῶς ὑπολαμ-βάνουσιν οἱ ἁπλῶς ταῦτα πάντα ἡ γούμενοι λέγεσθαι, ὥσπερ ὁ πλωτῖνος. καὶ γὰρἡ συνήθεια ἐπὶ τῶν πρός τι πολλάκις αὐτοῖς χρῆται. καὶ οἱ κέγχρον μεγάλην λέ-γοντες, κατὰ τὴν πρὸς τὸ ὁμογενες συγκρισιν ὡς τὸ μεῖζον δηλοῦσαν, κατὰ τὸ πρός-τι λέγουσιν. ἀλλὰ τὸ μέγεθος φησιν ὁ πλωτῖνος, οὐκ ἔστι τῶν πρός τι, ἀλλὰ τὸ μεῖ-ζον, ὥσπερ καὶ τὸ διπλάσιον. ἢ οὐχοὕτως ἔχει. διατείνει γὰρ ἡ τοῦ μεγέθους ἔν-νοια, ἐπί τε τὰ καθ' ἑαυτὰ μέγεθη, καὶ τὰ πρὸς ἄλληλα. οὐδὲ γὰρ ἂν μεῖζον ἐλέ-γετο, μὴ μετέχον τοῦ μεγέθους καὶ παραδηλοῦν τὴν κατὰ τὸ μέγεθος ὑπεροχήν.Αλλὰ τὰ πολλὰ φασίν, οὐδὲν ἄλλο ἐστὶν, ἢ πολὺ πλῆθος ἐν ἀριθμῶ θεωρούμενον.ὥς τε οὐκ ἄν εἴη προσ τι. ἢ ῥάδιον ἄλλο εἶδος τοῦ ἀριθμοῦ ἀντιθεῖναι, ὁ καὶ πρός-τί ποσὸν λέγεται. ἐν ὧ αἱ δέκα σχέσεις τῶν λόγων περιέχονται. ἐν τούτω γάρ ἐστικαὶ τὸ πλεῖον καὶ τὸ ἔλαττον. εἰ δὲ καὶ ἀριθμοῦ ἐπέκτασιν τίς ἁπλῶς λέγοι τὸ πλῆ-θος, τὸ δὲ ὀλίγον ἀριθμοῦ συ στολὴν, οὐδὲν ἡττόν ἐστι καὶ ἐν ταῖς προσόδοις τῶν δια-φόρων ἀριθμῶν ἐναρμόνιός τις πρὸς ἀλλήλους διαφορά. καθ' ἣν ὑπερέχουσί τε καὶὑπερέχονται. καὶ πλείονές εἰσι καὶ ἐλάττονες. καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ τοῦ σημεί-ου, ἢ πορρω, ἢ ἐγγὺς προίόντος, πολλαὶ γίνονται διὰ φορότητες τῆς σχέσεως, καὶτῆς ὑπεροχῆς, καὶ ἐλλείψεως. ἢ ταχῦ ἰσταμένου ἐν τῆ προόδω, ἢ βραδέως. καὶ ἡ ἐνλόγω τὴν ὑπεροχὴν πρὸς τὴν ἔλλειψιν ἀφορίζοντος, ἢ ἀλόγως. ὡς γὰρ τὸ ἓν ἐπὶπολλὰ ἢ ἐπ' ὀλιγα προῖὸν ποιεῖ τὰς τῶν ἀριθμῶν παραλλαγὰς, οὕτως καὶ τὸ ση-μεῖον τὰς διαφόρους σχέσεις τῶν μεγεθῶν ἀπεργάζεται. ἀλλὰ τίς ὅρος τῆς προό-δου κατά τε τὸ πολυ καὶ τὸ ὀλίγον, καὶ τὸ μέγα καὶ τὸ μικρόν. οὐ γὰρ δὴ ἐπ' ἄπει-ρον πρόεισιν, ἀλλ' ἔχει καὶ ἐν τῶ προῖέναι τί μέτρον. ἢ δῆλον ὅτι ἕκαστον εἴδος συνυ-πάγει μετὰ τῆς οἰκείας ἰδιότητος καὶ ποσοῦ, τί μέτρον σύμμετρον τῆ ἰδιότητι.οὐ γὰρ σχῆμα μόνον ἐπιφερειμεθ' ἑαυτοῦ τὸ εἴδος, ἀλλὰ καὶ μέγέθος. ὁμετὰδια-στάσεως εἰς τὴν ὕλην παραγίνεται. πλάτος δὲ ἔχει καὶ τοῦτο ἐνθάδε, διὰ τὸ ἀόρι-στόνπως τῆς ἐνύλου φύσεως. ἐὰν δὲ πολὺ τὸν ὅρον παραλλάξη, ἢ προστὸμεῖζον, ἢπρὸς τὸ ἔλαττον, τέρας νομίζεται, ὡς ἡ ἐφ' ἡμῶν ὀφθεῖσα κὶ λισσα γυνητες-σάρων πηχῶν ἔχουσα τὸ μῆκός. καὶ οἱ νάνοι πολλαχοῦ γεγονότες. ἀόριστον οὖν τικαθ' ἕκαστον γένος καὶ εἴδος, ἐν τοῖς ἐνύλοις παρεισερχεται, κατὰ τε ὑπεροχὴν καὶ κατὰ ἔλλει-ψιν. λόγοι μέντοι οἱ αὐτοὶ διήκουσι πάντων. οἱ μεταληφθέντες, ποιοῦσι τοιαῦτα