Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

οὐδέν ἐστιν ἐναντίον. καὶ κάλλιον ἴσως πρὸ τῆς τοῦ ἀριστοτέλους ἐξεργασίας, ἕκαστοντῶν εἰδῶν τοῦ ποσοῦ προχειρισάμενον ἰδεῖν, ὅπως οὐκ ἔχει ἐναντίον. καὶ ὅπως τὰδοκοῦντα εἶναι ἐν ἑκάστω εἴδει τοῦ ποσου ἐναντίως, οὐκ ἀθὸ ποσὸν ὑπάρχει αὐτῶ,ἀλλὰ κατ' ἄλλην κατηγορίαν ὑφ' ἣν ὑπάγεται. αὐτίκα ἡ γραμμὴ, καθ ὅσον μένἔστιν γραμμὴ, οὐδὲ μίαν ἔχει ἐναντίωσιν. καθ' ὅσον δὲ ποιὰ γραμμὴ, κατὰ τὸ σοῦτοντὸ εὐθυ καὶ τὸ κυρτὸν ἔχει περὶ τὴν γραμμὴν θε ὡρούμενα. πάλιν ἡ ἐπιφάνεια,καθὸ μὲν διχῆ διέστηκεν, οὐδὲν ἔχει ἐναντίον. τραχύτης δὲ καὶ λειότης περὶ αὐτὴν.οὐχῆ ἐπιφάνεια, ἀλλ' ἡ τοιάδε ἐπιφάνεια θεωρεῖταικατὰ τὸ ποιὸν αὐτῆς, ὡςλευκη καὶ μέλαινα. οὐκ ἀθὸ γραμμὴ, ἀλλὰ καθὸ ποιὰ ἐπιφάνεια. καὶ τὸ σῶμα δὲκαθὸ σῶμα, τοῦ τέστι καθὸ τρεῖς ἔχει διαστάσεις, οὐδὲν ἔχει ἐναντίον. τὸ γὰρ ἀσώμα-ματον, οὐκ ἔστι τῶ σώματι εναντίον. ὡς μὲν ὁἰάμβλιχός φησί, διό τι τὰ ἐναντία,ὑποτὸ αὐτὸ γένος ἐστὶ. ταῦτα δὲ οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος. μήποτε δὲ γένος μὲν αὐτῶνοὐδὲν κωλύει τὸ αὐτὸ εἶναι τὴν οὐσίαν. τῆς γὰρ οὐσίας τὸ μὲν, σῶμα φαμὲν. τὸ δὲ,ἀσώματον. ἀλλὰ τὸ ἀσώματον, εἰ μὲν ἀπόφασιν καὶ στέρησιν σημαίνει, οὐκ ἄν εἴηἐναντίον τῶ σώματι. τὰ γὰρ ἐναντία ἐν καταφάσει. εἰ δὲ κατάφασιν καὶ αὐτοδηλοῖἢ κρεῖττον τοῦ σωματός ἐστι καὶ αἰτιὸν του σώματος, ἢχεῖρον καὶ ἐν τῶ σώματι τὸ εἶναιἔχον. ἑκατέρως δὲ, οὐκ ἄν εἴη ἐναντία. τὰ γὰρ ἐναντία ἴσοσθεν ἡ βούλεται εἶναι.καὶ ὁμοίως τῶ οἰκείω γένει προσεχῆ. ἀλλ' οὐδὲ τῶ χρόνω ἐστι τι ἐναντίον, καθόσον ἀφο-ρίζει τῶ οἰκείω μέτρω τὴν κίνησιν. εἰ δέ τις τὴν ἡ μέραν τῆ νυκτὶ νομίζοι ἐναντίον, οὐκαθὸ χρόνος ποιεῖται τὴν ἐναντίωσιν. ὁ γὰρ αὐτός ἐστιν, εἴπερ ὅταν ἀλλαχου ἡμέρα, ἀλλαχοῦ νύξ ἐστιν. ἀλλὰ καθὸ πημὲν πεφώτισται, πῆ δὲ ἐσκίασται ὁ ἀηρ-οὐκ ἀθὸ δὲ τοοῦτος, οὐ ποσός ἐστιν, ἀλλὰ ποιός. καὶ τῶ ἀριθμῶ δὲ οὐδέν ἐστιν ἐναν-τίον. ἀφώρισται γὰρ, καὶ οὐδὲν ἔχει ἐναντίον. οἷον τὰ δύο ἡ τὰ τρία. πᾶν γὰρ τὸ διω-ρισμένον ἐν τί ἐστι. καὶ κατὰ τοῦτο οὐκ ἐπιδέχεται οὐδε μίαν ὑπεροχὴν καὶ ἔλ-λειψιν, ὥσπερ τὸ ἴσον. τὸ δέ γε ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἤττον. διὸ πέρ-ἐστιν ἀόριστον. Αλλὰ τί ἂν λέγοιμεν, εἴτις τὸ περιττὸν καὶ ἄρτιον ἐναντία λέγοι τοῦἀριθμοῦ, δύο εἴδη ταῦτα τιθέμενος. καὶ αὐτοῦ δὲ τοῦ ποσου, τὸ μὲν, συνεχὲς εἶναιφάσκων, τὸ δὲ, διωρισμένον. καὶ ταῦτα ὡς ἐναντία τι θέμενος. Ηκαὶ ἐπὶ τῆς οὐσί-ας ἡ εἰς τὰ ἐναντία κείμενα διαίρεσις. τοῦ γὰρ ζώου το μὲν, λογικὸν. τὸ δὲ, ἄλο-γον ἦν. καὶ τὸ μὲν, θνητὸν. τὸ δὲ, ἀθάνατον. καὶ ὅμως συνεχωροῦμεν τῆ οὐσία μη-δὲν εἶναι ἐναντίον. ἄλλο γάρ ἐστι τὸ περὶ τὴν οὐσίαν καὶ περὶ τὸ ποσὸν θεωρεῖν ἐναν-τίωσιν, κατὰ τὰς περὶ αὐτὰ ποιότητας συμβαῖνον. καὶ ἄλλο τὸ αὐτητῆ οὐσία, ἢτῶ ποσῶ μὴ εἶναι ἐναντίον. καὶ ὁ λόγος δὲ, καθὸ ποσός ἐστιν, οὐκ ἔχει ἐναντίον. τὸγὰρ ἀληθὲς καὶ ψεῦδος ὑπάρχει τῶ λόγω καθὸ σημαντικός ἐστιν, ἀλλ' οὐκ ἀθόσονἐνδιαστάσει προφέρεται καὶ καταμετρεῖται, συλλαβῆ βραχεία καὶ μα κρᾶ. λοι-πὸς δὲ τῶν ποσῶν ἐστιν, ὁ τόπος. Καὶ ἀμφισβητεῖται οὕτως μήποτε κατὰ τὸἄνω καὶ τὸ κάτω τὴν ἐναντίωσιν ἐπιδέχεται. ἅπερ ἢ εἴδη ἡ μέρη τοῦ τόπου δοκεῖ.Η δ