Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἡ κινητὸν, κατὰ τὴν ἀριστοτέλους ἀπόδοσιν, κοινὴν εἶναι τῶν δέκα γενῶν φασίν. οἱ δὲ, ἐντῶ ποιεῖν καὶ πάσχειν αὐτὴν κατατάττουσι. πλωτῖνος δὲ αὐτὴν καθ' αὐτὴν πρὸ τοῦποιεῖν καὶ πάσχειν, ὡς γένος ἴδιον τὴν κίνησιν ἀφωρίσατο. ὁ μέντοι ἰάμβλιχος, ποσὸντὸ εἶναι αὐτῆ κινήσει ἐκ διαστηεάτων ὑφέστηκε, καὶ ἐν διαστήμα-αὐτὴν εἶναι βούλεται. εἰ γὲἢ αὐτὴ καθ' αὐτὴν ἔχει τὴν διέξοδον, ποσῆαν εἴη δι' ἑαυτὴν. ἐπεὶ καὶ ὁ λόγος πο-σος θεωρεῖται. ὅτι ἐκδιαστημάτων ποσῶν τοσός δε ὑφέστηκε. καὶ κατὰ μετρεῖται τῶτο σῶδεμηκει. καὶ ἔστι μέτρητὸς. καὶ θαυμαστὸν οὐδὲν. κατὰ μὲν τὸ διάστημα, ποσὸν εἶναι τὴν κί-νησιν. κατὰ δὲ τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργεία μεταβολὴν, ἐν πάσαις θεωρεῖται ταῖς κατηγορίαις. καὶ κατ' ἄλλην καὶ ἄλλην ἑαυτῆς φύσιν, ἄλλως καὶ ἄλλως θεωρεῖσθαι. μήποτε δὲ καὶ τὸλευκὸν οὐκατὰ τὴν ἐπιφάνειαν διέστηκεν ἁπλῶς, ἀλλ' ἔχει ἰδιαν διάστασιν τὸ ἐν γενέσειλευκὸν, τὴν συνεκτεινομένην τῆ ἐπιφανεία, ἄλλη οὐση παρὰ τὸ λευκόν. ὥσπερ καὶ ἡκί-νησις ἐλέγετο, διάστασιν ἔχειν ἰδιὰν ἄλλην παρὰ τὸν χρόνον καὶ τὸν τόπον. καὶ γὰρ αἱποιότητες προϊοῦσαι εἰς τὴν γένεσιν, οὐ φυλάττουσι τὴν εἰδητικὴν ἀμέρειαν. ἀλλ' εἰςγενετὴν διάστασιν ὑπομένουσι καὶ καθ' ἑαυτὰς. Αποροῦσι δὲ καὶ πρὸς τὰ ἐνταῦθαλεγόμενα οἱ αὐτοὶ ἄνδρες, οὐδὲν ἔχειν θέσιν λέγοντες. εἰ γὰρ θέσιν ἔχειν ἐκεῖνα λέγεταιὧν τὰ μόρια ὑπομένει, πάντων δὲ ῥεόντων, οὐδὲν ὑπομένει, οὐδὲ θέσιν ἄντι κυρίωςἔχοι. ἢ καν ἡ ὕληῥέη συνεχῶς, καὶ τοῦτοδοίη τίς, καὶ τὰ σώματα ἐπ' ἄπειρον ἔχειπροςθηκὰς καὶ ἀφαιρέσεις, ἀλλ' ὅμως ἔστι τὶ καὶ τὸ μένον ἐναργῶς. εἴτε τὸ δεύτε-ρον ὑπικείμενον ὥστινες λέγουσιν, εἴτε τὸ ἰδίως ποιὸν ὡς ἄλλοι, εἶτε ἡ κατὰ τὸεἶδος οὐσία. ἢ ἡ ἄἀτομος καὶ σύνθετος οὐσία. ἢ καὶ ἄλλότι τοιοῦτον, ὁ καὶ ἐν ταῖς με-ταβολαῖς ὑπομένει, καὶ ἀπ' ἀρχῆς ἀχριτέλους γνωρίζεται. περὶ γὰρ τῶν ἐναργῶν ὁλόγος. ἀλλ' οὐχὶ περὶ τῶν ἀφανῶν καὶ ἀμφισβητουμένων. δεύτερον δὲ, ὧ λόγω φασὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς εἶναι ποσὸν, ὡς ὁ ἀριστοτέλης λέγει, τῶ τὴν ἐπιφάνειαν ποσὸν εἶναι.τούτω τῶ λόγω καὶ ἡ ἐπιφάνεια κατὰ συμβεβηκός ἔσται ποσὸν τῶ πλήθους μετέχειν.ἀλλ' ὑπομνηστέον τῶν ἔμπροσθεν εἰρημένων ἐν οἷς ἐλέγομεν. ἄλλο μὲν εἶδος εἶναι τοῦ πο-σου τὸ κατὰ πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὸ μέγεθος ἰδιον ποσόν. καὶ ἀντιθέτως ἔχον πρὸς τὸκατὰ πλῆθος ποσόν. ἔτι δὲ εἰ τοῖς προηγουμένοις πόσοῖς ἑπτὰ τὸν ἀριθμὸν οὖσι,συνακολουθεῖ τινὰ ἀόριστα κατηγορήματα. οἷον, τῶ μὲν πλήθει, τὸ πολὺ καὶ ὀλίγον.τῶ δὲ μεγέθει, τὸ μέγα καὶ μικρὸν. καὶ ταῦτα κατηγορεῖν εἰώθαμεν. οἰκείως μὲν, τῶν καθ'αὐτὰ ποσῶν. κατὰ συμβεβηκὸς δὲ τῶν ἄλλων, διὰ τὴν προηγουμένην, οἷον διὰ τὴν ἐπι-φάνειαν. διὰ τὸν χρόνον δηλονότι προηγουμένως, ποσάδείκνυται ἡ ἐπιφάνεια καὶὁ χρόνος. εἴπερδιὰ ταῦτα, καὶ τοῖς ἄλλοις συνυπάρχει τὰ παρακολουθοῦντα τῶ ποσῶ.ὁ Ετι τῶ ποσῶ οὐδέν ἐστιν ἐναντίον. ἕως τοῦ, οὐκ ἐστιν ἄρατο μέγα τῶ μικρῶ ἐναντίον.οὐδὲ τὸ πολὺ τῶ ὀλίγω. ῶσπερ ἐπὶ τῆς οὐσίας μετὰ τὴν διαίρεσιν τῶν εἰδῶν αὐτῆς καὶτῶν διαφορῶν, ἐπὶ τὰ ἴδια αὐτῆς καὶ τὰ παρακολουθοῦντα μεταβέβηκεν, οὕτως καὶἐπὶ τοῦ ποσοῦ ποιεῖ. καὶ πρῶτον, τίνα τὰ κοινῆ ὑπάρχοντα τῶ ποσῶ πρὸς ἄλλας κατηγορίας παραδίδωσιν. εἶθ' οὕτως, τὰ ἰδια αὐτοῦ θεωρεῖ. λέγει δὴ οὖν, ὅτι τῶ ποσῶ