Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τὴν συνέχειαν, ἦν ἂν τῶν θέσιν ἔχοντων. κᾶν θέσιν δὲ μὴ ἔχη, ὅ, τε λόγος καὶ ὁ χρόνος καὶὁ ἀριθμὸς, ἀλλὰ τάξιν ἔχει ὡς εἴρηται ταῦτα ἀντὶ τῆς θέσεως. ἡ δὲ τάξις κυρίωςκ ὡς ἐπὶ διωρισμένων θεωρεῖται, κατὰ τὸ πρότερον καὶ ὕστερον λαμβανόμενα. καὶἐπὶ τοῦ χρόνου δὲ, καθόσον προηγεῖται τὸ παρεληλυθος τοῦ ἐνεστῶτος, καὶ τοῦ τὸ τοῦμέλλοντος. ὥσ τε καὶ ἐπὶ τούτου, κατὰ τὴν διορισμὸν ἡ τάξις ἔοικεθεωρεῖσθαι. ἐν δὲ τῶ ἀρι-θμῶ, ἡ τάξις. οὐκ ἐν ἑκάστω. οὐ γάρ ἐστιν ἐν τῆ τριάδι τάξις τῶν μονάδων, ἀλλ' ἐν τῶ χυ-ματι τῶν ἀριθμν. ὅτι ἡμονὰς, προηγεῖται τῆς δυάδος. καὶ ἡ δυὰς, τῆς τριάδος. καὶἐφεξῆς. ἐνδὲ τῶ λόγω, ἡ τάξις. καθ' ὅσον ἄλλα μέρη τοῦ λόγου ἄλλων προηγεῖται, καὶἄλλαι συλλαβαὶ ἄλλων. Κἀνταῦθα δὲ ἀπορῶ, πῶς ὁ θεῖος ἰάμβλιχος περὶ τοῦ λό-γουφησὶν, ὅτι δοκει μητε τάξιν ἐμφαίνειν, εἴτις αὐτοῦ τὸ μῆκος μόνον καὶ τὴν διέξο-δον τῆς φωνῆς θεωροίη, κᾶν ἡ ἄσημος. τί γὰρ μᾶλλον ἡ ἑτέρα συλλαβὴ τῆς ἑτέρας πρὸτέτακται. παντι γὰρ δῆλον, ὅτι ἔστι τάξις ἐν τῶ λόγω. καὶ οὐκ ἄντις τὸ σωκράτηςὄνμα εἴποι, τὴν κρὰ συλλαβὴν πρώτην προενεγκάμενος. θεωρητικῶς δὲ τοῖς θέσινἔχουσι ποσοῖς ἐπιβάλλων, τοῦτο φησὶ τὸ γένος. οἶμαι τὴν θέσιν λέγειν γένος. ἕδρανπαρέχεται πᾶσιν ὅσα ποτέ ἐστι ποσᾶ, τοῖς τε ἁπλουστέροις ἐν τοῖς συνθέτοις, καὶ τού-τοις ἐν τοῖς ἁπλοῖς. διχῶς γὰρ τοῦ ἁπλῶς λαμβανομένου, τὸ μὲν, ὡς συνταττόῖςτοῖς συνθέτοις, καὶ περιέχόμενον ὑπ' αὐτῶν, ὡς ἡ ἐπιφάνεια ὑπὸ τοῦ σώματος θέσινἔχει ἐν τῶ σωκράτης. τὸ δὲ, ὡς ὑπερέχον καὶ ἐξηρημένον, ἕδραν ἐν ἑαυ τῶ παρέξει τοῖςσυνθέτοις. προς δεόμεθα οὖν τῆς θέσεως, ἵνα τὴν πρὸς τὰ δεύτερα ποσὰ συνέχειαννοήσωμεν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κατὰ μὲν τὴν πρώτην διαίρεσιν, πέντε μὲν ἦν συνεχῆ.δύο δὲ διωρισμένα. κατὰ δὲ τὴν δευτέραν, τέτταρα μὲν τὰ θεσιν ἔχοντα. γραμμή. ἐπι-φάνεια. σῶμα. τόπος. τρία δὲ τὰ μὴ ἔχοντα. ἀριθμός. χρόνος. λόγος. ὧν δύο μὲν φην ὁἰαμβλιχος τάξιν ἔχει, ἀριθμός. καὶ χρόνος. λόγος δὲπῶς μὲν ἔχει τάξιν, πῶς δὲ οὐκἔχει, φησιν, ὡς ἐν τοῖς πρὸ τούτων διώρισται. ὥστε καὶ ἄλλη τρίτη γέγονε διαίρεσις. καθ'ἣν τῶν ποσῶν τὰ μὲν, ἔχει τάξιν. τὰ δὲ, οὐκ ἔχει. καὶ ἄλλην δὲ τε τάρτην ἐφεξῆς προςτίθησι διαίρεσιν. καθ' ἣν τῶν ποσῶν τὰ μέν ἐστι προηγουμένως ποσᾶ, ὅσα καθ' αὐ-τά ἐστι τοιαῦτα. ὡς ἀριθμός. καὶ μέγεθος. καὶ χρόνος. καὶ τὰ τοιαῦτα. ὧν τὸ ποσὸν,ἐν τῶ τί ἐστι κατηγορεῖται. τὰ δὲ, κατὰ συμβεβηκός, ὅσα κατ' ἄλλοτι ποσὰ εἶναι λέγεται.οἷον τὸ λευκὸν πολὺ λέγεται ἢ μέγα. οὐ καθὸ λευκὸν, ἀλλὰ κατὰ τὴν ἐπιφάνειαν. καὶ ὁἄνθρωπος μακρὸς κατὰ τὸ μῆκος. καὶ ἡ κίνησις δὲ πολλή. ἢ διὰ τὸν χρόνον, ἢ διὰ τὸν τό-πον. ἐὰν γὰρ ἀποδιδῶ τίς τὸ ποσὸν αὐτῆς, ἢ ἐνἰαυσιαίαν λέγων, κατὰ τὸν χρόνον ἀποδώ-σει. ἢσταδιαίαν, κατὰ τὸν τόπον. δοκεῖ οὖν κατὰ ταῦτα καὶ ἡ κίνησις μετέχειν τοῦ πο-σοῦ, ἀλλ' οὐκ εἶναι ποσόν. καὶ ἔοικε πολλήτις ἀμφιβολία γεγονέναι περι την κίνησιν.εἴπερ οἱ μὲν, ὑπὸ τὸ πρός τί αὐτὴν ἀνάγεσθαι φασίν. οἱ δὲ, ὑπὸ πλείονας κατηγορί-ας, ἐναις θεωρεῖται. καὶ γὰρ ἐνποσῶ κίνησις, ὡς αὔξησις καὶ μείωσις. καὶ ἐν ποιῶ, ὡς ἀλλοί-ωσις. καὶ κατὰ τόπον ἄλλη. καὶ δὴ, καὶ κατ' οὐσίαν. ἄλλοι δέ τινες τὸ δυνάμει καὶ ἐνέργεια,κοινῶς ἐπὶ πάντων τῶν γενων θε ωροῦντες τὴν κίνησιν ἐντελέχειαν οὖσαν τοῦ κινητοῦ.Η γ