παντὸ μετασχὸν ἀριθμοῦ τὸ τοσόνδε εἶναι ἔχει, πῶς ἂν ὁ ἀριθμὸς ἄλλοτιεἶναι. εἰ γὰ. οεἴη παρὰ τὸ τοσόνδε. οὐ γὰρ τὸ ποσὸν εἴληπται τὸ ὕλη ἀναλογοῦν ἐν τῶ ἀριθμω, ἀλλὰ τθδιωρισμένον. ὁ ἤδη ἀριθμός ἐστι. τὸ μὲν γὰρ διωρισμένον μόνον ποσὸν, πλῆθος ποιεῖ. τὸ δὲκαὶ ὡρισμένον, ἀριθμόν. ἔτι δὲ τῶν συνθέτων καὶ ἐνύλων τοῦτο ἶδιον, τὸ ἄλλα μὲν αὐτὰ εἶναι,ἄλλο δὲ τὸ εἶναι αὐτῶν. ὥσπερ ἄλλο μὲν ἄνθρωπος ὁ σύνθετος αὐτὸς, ἄλλο δὲ, τὸ ἀνθρώπωεἶναι ἡ κατὰ τὸ εἴδος ὑπόστασις. τὰ δὲ αὐλα εἴδη καὶ ἀσύνθετα, ὡς καὶ ἀριστοτέληςἀποδείκνυσι, ταῦτον ἔχει τὸ ἕκαστον, καὶ τὸ ἑκάστω εἶναι. εἰ δέ τις ἕκαστον τῶν ὄντων οὐ-σιῶν παραστῆσαι βουλόμενος, ἄλλην μὲν τὴν οὐσίαν αὐτοῦ ἀπαιτεῖ εἶναι, ἄλλην δὲ τὴνἰδιότητα καὶ τὸ εἴδος, ἐννοείτω ὡς ὁ εἰδητικὸς ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον,ταῖς οὐσίας τῶν ὄντων συνυπάρχουσιν. οὔτε πρότερα αὐτῶν, οὔτε ὕστερα ὄντα, ἀλλὰκατὰ τὰς οὐσίας οὐσιωμένα, ὥσπερ αἱ οὐσίαι κατὰ τοῦς ἀριθμοὺς ἠρίθμηνται. Αλλὰ δια-τίφησιν ὁ πλωτῖνος, οὐσιώδους ὄντος ἐκείνου τοῦ ἀριθμοῦ, ὁ ἐνταῦθα οὐκ ἔστιν οὐσία.Ηὅτι οὐδὲ τὰ ἄλλα ὅσα ἐστιν ἐνταῦθα, ὡς ἑτέροις ἕτερα, καὶ ἐν τῶνῶ, ὡς συμβεβη-κότα θεωρεῖται, ἀλλ' αὐτὰ καθ' αὐτὰ ἔστηκεν. οἷον, ἡ δικαιοσύνη ἐνταῦθα μέν ἐστινἕξις τῆς ψυχῆς, ὅτι κατὰ μέθεξιν ὑφίσταται, καὶ οἷον πεπόνθησιν. ἐν δὲ τῶ νῶ,αὐτὸ τοῦτο ὅπέρ ἐστι. καὶ γὰρ καὶ ὁ ἐν τῆ ψυχῆ τῆς δικαιοσύνης λόγος, οὐσιώδης ἐστινὑπόστασις. οὕτως δὲ καὶ ὁ ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον. ἐν μὲν τοῖς αἰσθητοῖςμεριστῶς μετεχόμενον, συμβεβηκὸς γίνεται. ἐν δὲ τοῖς ἀύλοις εἴδεσι, μονοειδῶς ἔστη-κεκατ' ἐνέργειαν ἐν ταῖς οὐσίαις ἀφωρισμένα. οὗτος μὲν οὖν ἄλλος λόγων τρόπος, ὡςὁ θεῖος ἰάμβλιχος φησί. Περὶ δὲ τοῦ μοναδικοῦ ἀριθμοῦ, δια πορεῖ πάλιν ὁ πλωτίῖ-νος. καθ' ὃν πάντε ἵπποι θεωροῦνται. καὶ τὰ ἄλλὰ ὡσαύτως, κατὰ σύνθεσιν μονά-δων μετρεῖται. πότερον ἐν ὑπάρχει, ἢ χωρὶς ὧν μετρεῖ, ὥσπερ ὁ κανῶν. καὶ γὰρ ε χω-ρίς ὧν μετρεῖ, ποσὰ οὐκ ἔσται τὰ ὑπικείμενα, μὴ μετέχοντα τοῦ ποσοῦ. ἔπειτα μέ-τρὰ μὲν ἔστω τὰ κεχωρισμένα ὡς μετροῦντα. δια τί δὲ ποσά. ἡ γὰρ αὐτοποσότης, οὐπάντως ἐστι ποσόν. Τοῦτο δὲ αὐτὸς μὲν λύων, εἰ ἐν τοῖς οὖσιν ὄντες φησὶν οἱ ἀριθμοὶ εἰςμηδεμίαν ἄλλην κατηγορίαν ἀνάγονται, ποσὸν ἂν εἶεν. ὁ δὲ ἰάμβλιχος φησὶν ὅτι ὥσ-περ τὰ ἄλλα γνυλα εἴδη, οὕτως καὶ ὁ ἀριθμὸς πάρεστι μὲν καὶ συνυπάρχει τοῖς δια-ριθμουμένοις πράγμασιν. οὐ μέντοι ἐν αὐτοῖς ἁπλῶς ἔχει τὴν ὑπόστασιν. οὐδὲ ἐπι-γινομένοις αὐτοῖς κατ' ἐπακολούθησιν. οὐδὲ ἐν συμβεβηκότος τάξει παραγινομέ-νην. ἔχουσαν δέ τινα ἰδιαν μετὰ τῶν πραγμάτων οὐσίαν καθ' ἡν ἀφορίζει καὶ πρὸςτὸ οἰκειον μέτρον συντάττει τὰ μετέχοντα. καὶ τὴν ποσότητα δὲ ποσὸν εἶναι,οὐκ ἄτοπον ὁ ἰάμβλιχος φησὶν. ὡς καὶ ἑαυτῆ παρέχουσαν, ὅπερ τοῖς ἄλλοις διδω-σι. καὶ γὰρ πρώτως φησὶν ἀφ' ἑαυτῶν ἄρχεται τὰ χωριστὰ εἴδη τῆς ὄντως ἰδέας, καὶκατὰ τὴν εἰς ἑαυτα ἐνέργειαν, ἑαυτοῖς τὲ παρέχει τὸ οἰκεῖον εἶδος, καὶ τοῖς ἄλλοιςἀφ' ἑαυτῶν ὁμοῦ ἐν δίδωσιν. Αξιῶ δὲ ἐφιστάνειν ἐγὼ, πῶς ἂν ἡ ποσοτῆς μετέχεινἑαυταῖς λέγοιτο. ὥστε εἶναι ποσὸν καὶ ἡ ἴσότης ἴσον. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὸ γὰρ με-τέχον ἄλλοτι ὃν, ἔπειτα μετέχει. ἀλλ' ὁ ἀριθμὸς ποσὸν εἰκότως λέγεται. διαφορὰ γὰρ
Einzelbild herunterladen
verfügbare Breiten