Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἡ τοῦ διωρισμένου μετὰ τοῦ γένους τῆς ποσότητος, ποσὸν ποιεῖ τὸ ὅλον. εἴη δὲ ἂν καὶποσότης τίς ἀριθμός. ὅτι τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται. εἴτε δὲ κατὰτὸ ἀριθμεῖν, εἴ τε κατὰ τὸ ἀριθμεῖσθαι ἐστιν ὁ ἀριθμὸς, πανταχῆ ἂν οὕτως τοῦ ποσου εἴη.περιμ τοῦ ἀριθμοῦ, τοσαῦτα. Περὶ δὲ λόγου, ἀποροῦσι πῶς ὁ λόγος ἐν ποσῶ.Πρῶτον μὲν, ὅτι τὰ ἄνευ συμπλοκὴς, εἰς τὰς κατηγορίας ἀνάγεται. λόγος δὲ πᾶς, κατὰσυμπλοκήν. Επειτα δὲ, εἰτοσοςδὲ ὁ λόγος. κατὰ μὲν τὸ τοσονδὲ, ποσὸν ἔσται ὡς κατὰ συμβέ-βηκὸς. καθὸ μέντοι λόγος σημαντικός ἐστι, κατὰ πληγὴν τοῦ ἀέρος ὑφεστηκως. εἴτεοὖν πληγη ὁ λόγος, εἴτε τύπωσις τῆς πληγῆς μορφοῦσα αὐτὴν, ἢ πάθος ἔστιν, ἢ ποίη-σις. ποίησις μὲν, τῆς κατὰ φαντασίαν ὁρμῆς τοῦ ἡγεμονικοῦ. πάθος δὲ, τοῦ ἀέρος.ἔσται οὖν ἡ τοῦ ποιεῖν, ἢ τοῦ πάσχειν ὁλόγος ὁ ἐν τῆ φωνή. ἢ καὶ τοῦ ποιεῖν καὶ τοῦ πά-σχειν. ἀλλ' οὐχὶ ποσόν. εἰ δέ τις κατὰ τὸν πληγὴν μόνην ἀφορίζοιτο τὴν φωνὴν καὶ τὸν λόγον,εἰς κίνησιν αὐτὸν ἀνάξει. εἰ δὲ κατὰ τὴν πληγέντα ἀέρα, οὐ μία κατηγορία, εἴγε οὐχ ἐντὸ σημαντικὸν καὶ συσημαντικὸν. καὶ τὸ ἐνεργοῦν, καὶ τὸ ἐνω ἐγγινόμενον ἐνεργεῖ. Πρὸςδὴ ταῦτα ἀπαντῶν ὁ ἰάμβλιχος, οὐχ ἁπλῶς φησὶν ἐν πληγῆ ἀέρος τὴν φωνὴν τιθέ-μεθα. πλήττει γὰρ καὶ δάκτυλος τὸν ἀέρα, καὶ οὐπωποιεῖ φωνήν. ἀλλ' ἡ ποσὴ πληγὴκαὶ σφοδμὰ, καὶ τοσήδε, καὶ τοιῶς δὲ, ὥστε ἀκούστη γένεσθαι καὶ ἡ τῶ μέτρω τῆς ἀκοῆς συνε-ξισουμένη, καὶ ἡ τὸ ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτῆ ἔχουσα, αὕτη κυρίως ἂν φω-νηνομίζοιτο. κατὰ τὸ μέγεθος οὖν τῆς φωνῆς, καὶ ποσὸν καὶ μέτρον τὴν φωνὴν τιθέμε-νος, ποσην αὐτὴν εἶναι εἰκότως ἀποφαίνεται. ταῦτα μὲν οὖν αὐταῖς λέξεσιν ὁ θεῖος ἰάμ-βλιχος γέγραφεν. Απορίας δὲ ἄξιον οἶμαι, πῶς οὐχὶ τούτω τῶ λόγω, καὶ τὸ τῆς γεύ-σεως καὶ τὸ τῆς ὀσφρήσεως ἰδιον αἰσθητον, ποσὸν ἂν εἴη. ἡ γὰρ τοσήδε καὶ τοιάδε ποσότης τοῦχυμου καὶ τοῦ ἀτμοῦ ὥστε αἰσθητη γενέσθαι, αὕτη ἂν εἴη καὶ γευστη, καὶ ὀσφράντή. ἀλλ'οὐδὲ ὁ ἀριστοτέλης κατὰ τὸ κοινὸν τοῦτο ποσὸν φαίνεται εἰπων τὴν λόγον, ἀλλ' ὅτι κατα-μετρεῖται συλλαβῆ βραχεία καὶ μακρᾶ. τοῦτο δέ φασιν οὐκ αὐταρκες. οὐδὲ γὰρ ὁ λό-γος καθὸ λόγος μετρεῖται. οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ, ἀλλ' ὅτι ἐν χρό-νω πλείονι ἢ ἐλάττονι. ὥστε ὁ χρόνος ἄν εἴη ὁμετρῶνχρόνον, ὁ ἐλάττων τὸν μείζονα.ὁ τῆς συλλαβῆς τὸν τοῦ λόγου. κατὰ συμβεβηκὸς οὖν ἡ συλλαβὴ τὸν λόγον μετρεῖ. πρὸςδὴ ταῦτα φησιν ὁ πορφύριος, ὅτι οὐκ ἐπειδὴ βραχεῖ χρόνω λέγεται ἡ βραχεῖα συλ-λαβὴ, διὰ τοῦτο ἐστι βραχεῖα, ἀλλὰ τῆ ἑαυτου φύσει ἔχει τὴν σμικρότητα. ὁμοίωςδὲ καὶ ἡ μακρά. καὶ γὰρ ἡ μὲν, στενουμένης τῆς ἀρτηρίας δι' ὀλιγότητα πνεύμα-τος, λέγεται βραχεῖα. ἡ δὲ εὑρυνομένης διὰ πλῆθος, μακρά. ὥστε ἡ μὲν ὡς βραχεῖαφύσει, ἐν βραχεῖ χρόνω λέγεται. ἡ δὲ ὡς μακρὰ, ἐν μακρῶ. δυνατὴν δὲ καὶ τὴν φύσει βρα-χεῖαν, ἐν μακρῶ χρόνω προσενέγκασθαι. καὶ τὴν φύσει μακραν, ἐν βραχεῖ. τούτου γὰρδιαφέρει μετρικὸς ῥυθμικοῦ. ὁ μὲν γὰρ, τοῖς κατὰ φύσιν μηκεσι χρῆται. ὁ δὲ, ἐναλλάτωτει τὰς φύσεις ἑκατέρου. ὅταν γὰρ μεταβάλλη τὸ δακτυλικὸν μέτρον εἰς παιόνιονῥυθμὸν, ταῖς μακραῖς ὡς βραχείαις. καὶ ἀνάπαλιν ἐνίοτε χρῆται. ὁ δὲ μετρικος ἐὰνδεηθείη, τὰ στοιχεῖα μεταβάλλει. οἷο τὸ ξηρὸν, ξερὸν λέγει. καὶ τὸν διόνυσον, διώνυσον.