Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος. καθ' ὅσον δὲ δι' ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῶ ποσῶ,καὶ οὐδέν ἐστι τὸ κωλύον ἐπίσης μετέχειν, καὶ τὸ συνεχες τοῦ ποσοῦ. ὥσπερ καὶ τὸδιωρισμένον. κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν. ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡἄμεσος μεθέξις. κᾶν γὰρ πρὸ τοῦ τριγώνου τὰ τρία ποσὸν, ἀλλὰ καὶ τὸ συνεχες πρὸτοῦ τριγώνου ποσόν. οὕτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἀποφάσεως ὁρῶμεν. καὶγὰρ πρότερον τῆ φύσει τῆς ἀποφάσεως ἡ κατάφασις. καὶ ὅμως κατὰ τὸ ἀποφαίνεσθαικαὶ κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ἐπίσης ἔχοντα ὁρῶντες, ὑπὸ τὸ αὐτὸ γένος εἶναιφαμὲν. ταῦτα δὲ καὶ ἀριστοτέλης ἐπὶ τοῦ διωρισμένου καὶ συνεχοῦς ἐννοῶν, προ-τάττει μὲν πανταχοῦ το διωρισμένον. καὶ γὰρ ἐν τῆ πρώτη διαιρέσει τοῦ ποσοῦ φησ-τὸ μέν ἐστι διωρισμένον. τὸ δὲ, συνεχὲς. καὶ ἐν τῆ διαριθμήσει τῶν καθ' ἕκαστα, πρῶ-τα τὰ ὑπὸ τὸ διωρισμένον παραδίδωσι λέγων. ἔστι δὲ διωρισμένα μὲν, ὅ, τε ἀριθμὸς,καὶ ὁ λόγος. κατὰ δὲ τὴν ἐπίσης τοῦ ποσοῦ μέθεξιν ὑπὸ τὸ γένος, αὐτὰ τὸ ποσὸν ἀντι-διαιρεῖ. Ετι δὲ ὁ πλωτῖνος ζητεῖ ἐν τῶ πρώτω περὶ τοῦ ὄντος, εἰ το συνεχὲς ποσόν ἐστιν,οὐκ ἔστι τὸ διωρισμένον ποσόν. εἰ δὲ ἄμφω ποσᾶ, δεικτέον τί τὸ ἐν ἀμφοτέροις κοινόν.καὶ λύει τὴν ζήτησιν ἐν τῶ τρίτρω λέγων. ὅτι κοινὸν αὐτοῖς ἔστι, τὸ τὸσόνδε. δηλονοτιτὸ ὡς μέτρον καὶ ὡσπερας θεωρούμενον, καθὸ ποσὸν ἕκαστον γινώσκεται. τοῦτο δὲοὐκ ἀπὸ τοῦ ἀριθμοῦ τῶ μεγέθει ἐνεδόθη ὥστισι δοκεῖ, ἀλλ' ἔστιν ἰδιον μέτρον καὶ τοῦ ἡνωμένου τὲ καὶ τοῦ ἀλληλου χουμένου. καὶ ἔτι μέντοι τοῦ διωρισμένου. ἰδία γὰρ καὶφύσις ἑκάστω, ὡς καὶ ἐν τῶ παντίκόσμω θεωρεῖται. τοῦ μὲν συνέχους ἡ φύσις ἥτιςκαλεῖται μέγεθος, κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν. τοῦ δὲ διωρισμένου ἥτις καλεῖ-ται πλῆθος, κατὰ σωρείαν καὶ παράθεσιν. καὶ γὰρ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν,εἷς ὁκόσμος ἔστι τε καὶ νοεῖται σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῶ, διατεταμένος τὲ καὶἀλληλουχούμενος. κατὰ δὲ τὸ πλῆθος, ἥτε σύνταξις καὶ ἡ διακόσμησις. ἡ ἐκτοσῶνδὲ φέ-ρε εἰπεῖν στοιχείων καὶ ζώων ἢ φυτῶν θεωρεῖται, καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τόσωνκαὶ τόσων. εἰ οὖν ἐν ταῖς εἰκόσιν οὕτω ταῦτα κεχώρισται, πολὺ πρότερον ἐν τοῖς νοου-μένοις γένεσι. καὶ πρὸ τούτων, ἐν τοῖς καθ' αὐ τὰ ἀύλοις εἴδεσι διέστηκε, κοινὸν ἔχον-τα ὡς εἴρηται τὸ μέτρον καὶ πέρας. ἐγκαλοῦσι δὲ οἱ περὶ τὸν λούκιον καὶ νικόστρατοντῆ διαιρέσει. πρῶτον μὲν, ὡς μηδεόντως καὶ τὸ μέγεθος ποσὸν λεγούση. πηλίκὸνἔδει τοῦτο λέγειν. ποσὸν δὲ, τὸν ἀριθμόν. τὸ δὲ κοινὸν ἢ ἄλλοτι ἢ ὁμωνύμως τῶἕνι τῶν εἰδῶν, ποσὸν καὶ αὐτὸ ὀνομάζειν. ἀλλ' ἐπειδὴ κᾶν κατὰ τὸ πλεῖστον, τὸ μὲν συνεχὲς,πηλίκὸν. τὸ δὲ διωρισμένον, ποσόν. ἀλλὰ καὶ ὑπαλλάττει πολλάκις. τὸ γοῦν ὕδωρ συνε-χὲς ὃν, ποσὸν λέγομεν ἀλλ' οὐ πηλικόν. πολὺ γὰρ καὶ οὐχὶ μέγα. καὶ τὸν χρόνον πο-σὸν λέγομεν. εἰκότως οὔτε δύο πεποίηκε κατηγορίας τὸ ποσὸν καὶ πηλίκὸν, οὔτε κατὰτὸ πηλίκὸν καὶ ποσὸν διεῖλεν. ἀλλὰ κατὰ τὸ συνεχὲς καὶ διωρισμένον. ἅπερ οὐδὲ πο-τε ὑπαλλάττει. Αιτιῶνται δὲ, καὶ τὸ εἰς δύο γένεσθαι τὴν διαίρεσιν. ἔδει γὰρ μετὰ τὴν ἀριθ-μὸν καὶ τὸ μέγεθος, τρίτον εἴδος τάττειν τὸ βάρος ἢ τὴν ῥοπὶν, ὡς ἀρχύτας. καὶ ὡςὕστερον ἀθηνόδωρος ἔταξε, καὶ πτολεμαῖος ὁμαθηματικός. Αλλὰ ῥητέον. ὅτι