Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

συνεχὴς δέ ἐστιν ὁ τόπος. διότι καὶ τὰ τούτου μόρία, πρὸς κοινὸν ὅρον συνάπτει. τὰγὰρ τοῦ σώματος μόρια, πρός τινα κοινὸν ὅρον συνάπτοντα, τόπους τινὰς κατέχειμόρια ὄντα τοῦ τόπου. οἶτινες καὶ αὐτοὶ πρὸς κοινὸν ὅρον συνάπτουσι, προςὸν καὶτὰ τοῦ σώματος μόρια. εἰ δὲ ἐπιφάνεια ἐστιν ὁ τόπος τοῦ περιέχοντος καθ' ὃ περιέ-χει, ἡ δὲ ἐπιφάνεια συνεχῆς, πρόδηλον ὅτι καὶ ὁ τόπος. ἀλλ' οὐκ ἐχρήσατο ταύτητῆ ἀποδείξει. διό τι οὔπω ἔγνωστο, τί ἐστι τόπος. φυσικῆς γὰρ ἦν θεωρίας ἡ σκέψις. Επι-στῆσαι δὲ ἄξιον, ὅτι ἐνταῦθα, τὰ τοῦ σώματος μόρια τὰ συνεχῆ, καθ' ἑαυτὰ ἐν τό-πω εἶναι. καὶ γὰρ κατέχει μὲν καὶ αὐτὰ τόπον. οὐ μὴν καθ' αὐτὰ. ἐπειδὴ οὐ δέ ἐστινἐντόπω καθ' ἑαυτὰ, οὐ δὲ περιέχεται καθ' ἑαυτὰ. ὁ δὲ χρόνος, ποσὸν μέν ἐστι καὶαντὸς, ὅτι ἐν διαστηματιθεωρεῖται. καὶ ἔστιν ἀριθμὸς κινήσεως. συνεχες δέ ἐστι, διό-τι τὸ παρεληλυθὸς αὐτοῦ καὶ τὸ μέλλον, πρὸς κοινὸν ὅρον τὸ νῦν συνάπτει. καὶ συν-δεῖται κατὰ τοῦτο. ἔοικε δὲ ὁ χρόνος εἶναι κυριώτατα συνεχῆς. τῶν μὲν γὰρ ἄλλωνσυνεχῶν ἕκαστον, καὶ διαιρεθειη ἂν. ὁ δὲ χρόνος, ἀεὶ συνεχῆς, καὶ οὐδὲ ποτε ἐξ ἄπτο-μένων. κατά τε οὖν τοῦτο, διαφέρει τῶν ἄλλων συνεχῶν. καὶ ὅτι ἐκεῖνα μὲν, ἐκθέσινἔχοντων. οὗτος δὲ, ἐξ οὐκ ἔχοντων θέσιν. ταῦτα μὲν οὖν εἰς σαφήνειαν τῶν τῶ ἀριστοτέ-λει διδογμένων εἰρήσθω. Απορουσι δέ τινες, πῶς τὸ ποσὸν λέγεται τοῦ διωρισμέ-νουγένος καὶ συνεχοῦς. εἴπερ πρότερόν ἐστι φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς. ἐνοἷς γὰρ τὸ μὲν, μᾶλλον. τὸ δὲ, ἥττον. καὶ τὸ μὲν, πρότερον. τὸ δὲ, ὕστερον, ἐν τούτοις οὐ δύνα-ται εἶναι κοινον γένος. διό τι τῶν μὲν εἰδῶν ἕκαστον ἀναιρεθέν, οὐ συναναιρεῖ τὸ γένος. τὰ δὲἀντικείμενα ἅμα εἴδη ἀναιρεθέντα, ἀναιρεῖ τὸ γένος. ἐφ' ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἥττον,καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ πρότερον, συναναι-ρεῖται καὶ τὸ ἡττον καὶ ὕστερον. ὥστε καὶ τὸ γένος. διὰ τοῦτο μὲν οὖν ἐν οἷς τὸ πρότερον καὶτὸ ὕστερον ἐστιν, οὐ δύναταίτι ὡς γένος κατηγορεῖσθαι. ὅτι δὲ πρότερον φύσει τὸ διω-ρισμένον τοῦ συνεχοῦς, δείκνυσιν ἐκ τοῦ συναναιρεῖν μὲν, μὴ συναναιρεῖσθαι δὲ.Τριῶν μὲν γὰρ ἀναιρεθέντων, ἀναιρεῖται τὸ τρίγωνον. τριγώνου δὲ ἀναιρεθέντος,οὐκ ἀναίρεῖται τὰ τρία. καὶ τὸ μὲν διωρισμένον, συνεπιφέρεται. τῶ γὰρ τριγώνω,συνεισφέρεται τὰ τρία. τὸ δὲ συνεχὲς, συνεπιφέρει. τὸ γὰρ τρίγωνον, εἰσάγει τὰ τρία.Ετι δὲ τὸ μὲν, ἁπλοῦν φασὶ, καὶ καθ' ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον. τὸ δὲ, καὶ θέ-σιν προσείληφεν. ἔτι δὲ καὶ ἐκ τῶν ἐπιστημῶν. διό τι φασὶ, πρεσβυτέρα ἐστιν ἀριθμητι-κὴ γεωμετρίας. δῆλον δὲ, ὅτι οὐκ ἄν εἴητοῦτο ἀληθές, εἰ μὴ καὶ ὁ ἀριθμὸς τοῦ μέγέθους εἴηπρεσβύτερος. τινὲς δὲ τὸ αὐτὸ κατασκευάζουσιν, ἐκ τοῦ τὸ συνεχὲς διαιρετὸν εἶναι εἰςἀεὶ διαιρετόν. μὴ ὄντος οὐν τοῦ διωρισμένου, οὐ δ ἂν αὐτὸ εἴη. ἔστι δὲ οἶμαι καὶ τοῦτολέγειν. ὅτι ποσὸν, τὸ μετρούμενον εἶναι φαμὲν. πᾶν δὲ μέτρον, κατ' ἀριθμὸν γίνεται.ὁ δὲ ἀριθμὸς, διωρισμένον ποσὸν. προηγεῖται ἄρατοῦτο τοῦ συνέχους. πρὸς δὴ ταῦτατὸ μὲν φιλονεικεῖν, ὡς οὐκ ἔστι πρότερον φύσει τὸ διωρισμένον. διό τι ἀπὸ τῆς τοῦ συνεχοῦςδιαιρέσεως τὸ εἶναι ἔχει τὸ διωρισμένον. καὶ ἔστι τινὰ συνεχῆ ἀδιαίρετα ὡς αἱ ἀτο-μοί. βίαιον δοκεῖ. ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσι καὶ ὕστερον,