ἀριθμός. ὁ δὲ ἀριθμὸς, ποσὸν διωρισμένον. ὥστε καὶ ὁ λόγος διωριμένον. καὶ γὰρ ἐν τούτω, οὐ-δέν ἐστι κοινὸν λαβεῖν, ὁ συνάπτει αὐτοῦ τὰ μέρη. οἷον, ἐν τῶ σωκράτὴς, οὐδέν ἐστι κοινὸντῶν συλλαβῶν λαβεῖν, ὁ συνάπτει αὐτὰς πρὸς ἀλλήλας. οὐδὲ γὰρ τὸ σημαινόμενόν ἐστινεἰπεῖν ὅτι συνάπτει αὗτας. καὶ γὰρ αἱ ἄσημοι φωναὶ, οἷον τοβλίτυρι, ὡσαύτως καταμε-τροῦνται καὶ συνάπτονται. οὕτως μὲν οὖν ὁ ἐν τῆ φωνῆ λόγος διωριεμενος ἐστιν. ὁ δὲ ἐν τῆ δια-νοία, οὐδὲ ποσὸν ὅλως. ἀλλ' ἢ ἐνέργεια ἢ πάθος, ἢ τὸ συναμφότερον, ὡς ὁἰάμβλιχοςφησίν. ὁ μέντοι πορφύριος, ποιὸν αὐτὸν εἶναι λέγει. τοῦ μὲν οὖν διωρισμένου πο-σοῦ εἴδη, ὅ, τε ἀριθμός ἐστι καὶ ὁ λόγος. τοῦ δὲ συνέχους, γραμμὴ πρώτη. τὸ γὰρ σημεῖονκαθὸ διαιρεῖται ἡ γραμμὴ, κοινὸν ὅρον ἔχει. καὶ κατ' ἐκεῖνο συνάπτεται ἀλλήλοις τὰμόρια τῆς γραμμῆς. μετὰ δὲ τὴν γραμμὴν, ἡ ἐπιφάνεια. καὶ αὐτὴι κοινὸν ὅρον ἔχουσα τὴνγραμμὴν, καθ' ἣν διαιρεῖται. καὶ μετὰ τὴν ἐπιφάνειαν, τὸ σῶμα τῆ ἐπιφάνεια διαι-ρούμενον. ἐπιστῆσαι δὲ ἄξιον, πῶς τὰ τοῦ σώματος μόρια κοινὸν ὅρον ἔχειν γραμ-μὴν φησὶν ἢ ἐπιφάνειαν. ἔστι δὲ ὅπου καὶ ἐπιφάνεια γέγραπται. καὶ γὰρ ὁ κοινος ὅροςτῶν σωμάτων, ἐπιφάνεια πάντως ἐστιν, ὡς τῶν ἐπιφανειῶν γραμμή. καὶ τῶν γραμμῶνσημεῖον. Ο μὲν οὖν πορφύριος ἐπιστήσας, ἔστι φησι τινὰ τῶν στερεῶν σωμάτων, ἅ κατὰγραμμὴν τὴν συνέχειαν ἔχει. καὶ γὰρ σῶμα ἀξιοῖ ἀκούειν ὁ ἑρμῖνος, οὐ τὸ φυσικὸν,οὐσία γὰρ. ἀλλὰ τὸ μαθηματικὸν. ὁ κατὰ ψιλὰς τὰς πάντη διαστατάς τε λαμβάνεται.καίτοι καὶ τὰ μαθηματικὰ σώματα, οὐ γραμμῆ, ἀλλ' ἐπιπέδω μαθηματικῶ διαιρεῖ-ται. μήποτε γοῦν διὰ τὴν στερεαν εἶπεγωνίαν. τὰ γὰρ στέρεα, παράλληλα ἐπίπε-δα, κατὰ γραμμὴν γωνιακὴν συνάπτεται ἀλλήλοις. Αλλὰ πῶς ἡ διαιρεθεῖσα γραμμὴἔτι κοινὸν ὅρον ἔχει τὸ σημεῖον. ἡ δὲ διαιρεθεῖσα ἐπιφάνεια, κοινον ὅρον ἔχει τὴνγράμμην, ἢ τὸ σῶματὴν ἐπιφάνειαν. τὰ γὰρ διαιρεθέντα οἰκείοις πέρασι περιγρα-φόμενα, καὶ οἰκείους ἔχοντα ὅρους, οὐκ έτι κοινὸν ὅρον ἔχει, πρὸς ὃν συνάπτει τὰ μό-ρια αὐτῶν. ἢ δυνάμει δεῖ θεωρεῖν τὴν διαίρεσιν, ἀλλ' οὐκ ἐνεργεία. καὶ δυνάμει ἐν μὲντῆ γραμμῆ, τὸ κοινὸν σημεῖον. ἐν δὲ τῆ ἐπιφανεία, τὴν γραμμὴν. ἐν δὲ τῶ σώματι, τὴνἐπιφάνειαν. εἰ μέλλοι ἐν εἶναι τὸ ἀμφοῖν περας. ὅπερδεῖ προσεῖναι τῶ συνεχεῖ. ἐνερ-γεία γὰρ λήφθέντα ταῦτα καὶ δύο γενόμενα, εἰ μὲν παρακείμενα εἴη, ἅμα ποιεῖ τὰπέρατα. καὶ ἁπτόμενα, τὰ πεπερατωμένα. εἰ δὲ μὴ, οὐδὲ ἁπτόμενα δύναταιεἶναι.τὸ δὲ σῶμα καθόσον μὲν τριχῆ διαστατὸν, καὶ μετρεῖσθαι πέφυκε, ποσὸν ὑπάρχει.καθόσον μέντοι ὑποκείμενόν ἐστι καὶ ταὐτὸν καὶ ἐν ἀριθμῶ μένον, τῶν ἐναντίων ἐστιδεκτικὸν, κατὰ τοῦτο οὐσία ἐστιν. ὥστε οὐκ ἀλῶς οἱ περὶ τὸν λούκιον ἐγκαλοῦσιν, ὡς τὸσῶμα τῆς οὐσίας ὄν, εἰς τὸ ποσὸν μετενεγκόντι. ἐπιστῆσαι δὲ ἄξιον, ὅπως εἴπεν. ἔτιδὲ παρὰ ταῦτα, χρόνος καὶ τόπος ἐστι ποσά. διότι οὐχ ἡνωται τῶ σωματι. οὐδὲ ὁ χρό-νος, οὐ δὲ ὁ τόπος, ἀλλ' ἔξωθεν ταῦτα ἐπακολουθεῖ. καὶ ὁ μὲν τόπος, περὶ τὸ σωμαὧν καὶ τὴν τοῦ σώματος διάστασιν, συνδιέστηκε τοῖς σώμασι. καὶ καθύσον μὲν διάστη-μα καὶ αὐτὸς, καὶ ἐπιφάνεια, ποσὸν ἂν εἴη. καθόσον δὲ περιέχον καὶ περὰς, πρός τι.
Einzelbild herunterladen
verfügbare Breiten